< Αποκαλυψις Ιωαννου 5 >

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
و دیدم بر دست راست تخت‌نشین، کتابی را که مکتوب است از درون و بیرون، ومختوم به هفت مهر.۱
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
و فرشته‌ای قوی را دیدم که به آواز بلند ندا می‌کند که «کیست مستحق اینکه کتاب را بگشاید و مهرهایش را بردارد؟»۲
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
وهیچ‌کس در آسمان و در زمین و در زیرزمین نتوانست آن کتاب را باز کند یا بر آن نظر کند.۳
4 καὶ ἔκλαιον πολὺ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
ومن بشدت می‌گریستم زیرا هیچ‌کس که شایسته گشودن کتاب یا خواندن آن یا نظر کردن بر آن باشد، یافت نشد.۴
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ Λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ Ῥίζα Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
و یکی از آن پیران به من می‌گوید: «گریان مباش! اینک آن شیری که ازسبط یهودا و ریشه داود است، غالب آمده است تاکتاب و هفت مهرش را بگشاید.»۵
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων Ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
و دیدم در میان تخت و چهار حیوان و دروسط پیران، بره‌ای چون ذبح شده ایستاده است وهفت شاخ و هفت چشم دارد که هفت روح خدایند که به تمامی جهان فرستاده می‌شوند.۶
7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
پس آمد و کتاب را از دست راست تخت‌نشین گرفته است.۷
8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσερα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ Ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
و چون کتاب را گرفت، آن چهارحیوان و بیست و چهار پیر به حضور بره افتادند وهر یکی از ایشان بربطی و کاسه های زرین پر از بخور دارند که دعاهای مقدسین است.۸
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
وسرودی جدید می‌سرایند و می‌گویند: «مستحق گرفتن کتاب و گشودن مهرهایش هستی زیرا که ذبح شدی و مردمان را برای خدا به خون خود ازهر قبیله و زبان و قوم و امت خریدی۹
10 καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
و ایشان را برای خدای ما پادشاهان و کهنه ساختی و برزمین سلطنت خواهند کرد.»۱۰
11 καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
و دیدم و شنیدم صدای فرشتگان بسیار راکه گرداگرد تخت و حیوانات و پیران بودند و عددایشان کرورها کرور و هزاران هزار بود؛۱۱
12 λέγοντες φωνῇ μεγάλῃ Ἄξιός ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
که به آواز بلند می‌گویند: «مستحق است بره ذبح شده که قوت و دولت و حکمت و توانایی و اکرام وجلال و برکت را بیابد.»۱۲
13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστίν, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
و هر مخلوقی که در آسمان و بر زمین وزیرزمین و در دریاست و آنچه در آنها می‌باشد، شنیدم که می‌گویند: «تخت‌نشین و بره را برکت وتکریم و جلال و توانایی باد تا ابدالاباد.» (aiōn g165)۱۳
14 καὶ τὰ τέσσερα ζῷα ἔλεγον Ἀμήν, καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
وچهار حیوان گفتند: «آمین!» و آن پیران به روی درافتادند و سجده نمودند.۱۴

< Αποκαλυψις Ιωαννου 5 >