< Κατα Ματθαιον 5 >
1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
İnsanaaşin t'arat' g'acu, I'sa suvalqa ılqeç'u giy'arna. Mang'usqa Cun telebabı qavayle,
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων
Mana manbışis ine cuvabıka xət qa'a giyğal:
3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
– Nimee baxtivarariy, «Allahdena co nişiscab karaı'dəənbıva» eyhenbı! Xəybışda Paççahiyvalla manbışda vuxhes.
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Nimee baxtivarariy, gyaaşenbı! Allahee manbışis yik'bı helesınbı.
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
Nimee baxtivarariy, cocab co ögeeqa hudyoolenbı! Allahee manbışis cuvab huviyn ciga heles.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Nimee baxtivarariy, Allahna qopkuna yəq otxhuniyleyiy ulyodğuyle geeb vukkananbı! Allahee manbışis cos ıkkanan helesın.
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Nimee baxtivarariy, rəhı'm haa'anbı! Allaheeyib manbışis rəhı'm haa'as.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Nimee baxtivarariy, yik' məttınbı! Manbışik'le Allah g'aces.
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Nimee baxtivarariy, uğooduyiy duşmaniyvalla ç'əv haa'anbı! Allahee manbışik'le Cun uşaxarva eyhes.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Nimee baxtivarariy, qotkuda ha'ava vuk'lelqa yiğbı ı'k'əənbı! Xəybışda Paççahiyvalla manbışda vuxhes.
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Şu nimee baxtivarariy Zal-alla cuvab alyaat'anbı, Zal-alla dağamiyvaleeqa gyapk'ıynbı, Zal-alla horbışika gardanaqa kar giyxhenbı.
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Şadepxhe, şoqa xəybışee xəbna hək' vuxhes. Həməxüdıd şole ögee vuxhayne peyğambaraaşine vuk'lelqa yiğbı alli'ı.
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Şu ç'iyena q'ev vobna. Q'evan çina q'ızmalla avaak'an hav'eene, nişisse mançina q'ızmalla savaak'al ha'as vəxəye? Mana mançile qiyğa saccu insanaaşine g'elybışeeqa g'aqa dağaa'asın xhinne qooxhe, menne nişiscab kara avayle deş.
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
Şu ine dyunyeyn nur vod. Suvane q'oma alyav'una şahar dyugul ha'as vooxhen kar deş vodun.
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
Neng'vecab qavhuna lyampa g'abık avqa giviyxhe deş, mana axtıne cigeeqa gırgıng'ulqa xaa'ad işix gixhecenva giviyxhe.
16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Hasre həməxüdud vuşun nur insanaaşilqa gixhecen, manbışik'led vuşun yugun işbı g'acu, Xəybışeena vuşda Dek axtı qe'ecen.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι·
Vuşde ək'leeqa qımaylecen, Zı peyğambaraaşe uvhuniy Q'aanunee ot'kunin ak'an ha'aasniyxan qarıva. Zı manbı ak'an ha'as deş, cigeeqa qalya'as, nişisiy manbı ıkkanva hagvas qarı.
18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
Zı şok'le hək'en eyhe, xəybıyiy ç'iye hığəkkarasse Q'aanunee otk'unin gırgın kar ixhesın, Mançee otk'unin gırgın kar dexha, Mançençe sa k'ınna hərfıb, sa k'ınin xat'ıd hakkalas deş.
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Şavaayiy Q'aanunee opk'unna sa k'ınna əmr xheeyib hidyav'u, vucee hı'iynıd mebınbışis xət qı'ı, mana Xəybışde Paççahiyvallee nekke avqana ixhes. Q'aanunee otk'unin ha'ana, man mebınbışis xət qa'ana Xəybışde Paççahiyvallee axtına ciga avqas.
20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Zı şok'le eyhen, vuşda qopkuvalla fariseyaaşineyiy Q'aanunne mə'əllimaaşine qopkuvalile hexxaba devxheene şu Xəybışde Paççahiyvaleeqa eepç'es deş.
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
Yişde dekkaaşik'le şenkecad uvhu «İnsan gimek'a», şavaayiy gik'u mang'uqad məhkama ilyakkas.
22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. (Geenna )
Zımee şok'le eyhen, şavaayiy çoculqa qəl hav'u, hasre mang'uqad məhkama ilekkecen. Şavaayiy çocuk'le «Bəç'ərva» uvhu, hasre mang'uqad nekke xədın məhkama ilekkecen. Çocuk'le «Nişiscar karaı'dəən karva» uvhunar cehinyamne ts'ayee gyoxhxhanas. (Geenna )
23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
Mançil-allad, q'urbanbı allya'ane cigeeqa Allahıs pay abıyne gahıl vas yik'el qadeene, çoc vale ts'imisra vor,
24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
pay ma'ab g'alepçı, hark'ın ts'erra çoc mizel aqqe. Mançile qiyğa sark'ıl yiğna pay hevle.
25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ· μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
Vake borc qeqqang'uka yəqqəcab miz t'abal hee'e, deşxhee, mang'vee ğu haakimısqa hixhara'as, haakimeeyir g'aravulyçiysqa qeles, g'aravulyçeeyir zindaneeqa arçes.
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
Zı vak'le hək'en eyhe, ğu mançe borc bıkırda qıdeqqı g'aykkas deş.
27 Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις.
Şok'le «Zina hıma'ava» uvhuyn g'ayxhiyn.
28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Zımee şok'le eyhen, vuşuyiy menne zəiyfayqa ghalençe xhyan k'əə ilyakkı, yik'ee zina hı'ınacar xhinne eyxhe.
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. (Geenna )
Yiğne sağne ulen ğu karaı'dəəne yəqqı'lqa ts'ıts'a'axhee, mana ul alqavhu dağepçe. Yiğnemee tanan sa sura atk'ıniy, tan bıkırdacad cehinyameeqa dağeççuyle yugda ixhes. (Geenna )
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ. (Geenna )
Yiğne sağne xılen ğu karaı'dəəne yəqqı'lqa ts'ıts'a'axhee, man xıl gyatxı dağeççe. Yiğnemee tanan sa sura atk'ıniy, tan bıkırdacad cehinyameeqa atk'ıniyle yugda ixhes. (Geenna )
31 Ἐρρέθη δέ Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
«Şavaayiy xhunaşşe qıxeele, məng'ı's qaxiyvunava xılyaqa kağız heleva» uvhu.
32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
Zımee şok'le eyhen, şavaayiy zinal deş, menne k'aral-alla xhunaşşe qıxeele, məhrıng'vee xhunaşşe zina ha'as haly'eehena xhinne eyxhe. Merıng'uke qığeyç'una xhunaşşe hey'ınar zina hı'ına xhinne eyxhe.
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
Şok'le, yişde dekkaaşik'le şenkecad uvhuyn g'ayxhiyn: «Horbışika k'ın g'ımiysar, nişinemeeyiy Rəbbilqa k'ın g'assır, manıd he'e».
34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ·
Zımee şok'le eyhen, nişilqacad k'ın g'ımiysar. Xəəlqan k'ın g'ımiysar, mana Allahna taxt vobna,
35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως·
ç'iyelqan k'ın g'ımiysar man Allahın g'elik avudun ciga vodun, İyerusalimılqanıd k'ın g'ımiysar mana xənne Paççahna şahar vobna.
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.
Yiğne vuk'lelinıd k'ın g'ımiysar, vasse mançilyna ç'ərıb cagvarayiy k'aarı qaa'as vəəxə deş.
37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Vuşun «ho'o» ho'o ixhecen, «de'eşıd» de'eş ixhecen. Mançile hexxan şeyt'anıken vodun.
38 Ἠκούσατε ὅτι ἐρρέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.
Şok'le «Ulene cigee ul, siliyne cigee sili qeqqeva» uvhuyn g'ayxhiyn.
39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
Zımee şok'le eyhen, şos pisın ha'axhee hasre he'ecen. Şavaayiy yiğne aq'vayn sağın sura g'oxhxhu'u, mang'ulqa aq'vayn mansa surad sak'al he'e.
40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
Ğu məhkameeqa huvu yiğın tanaalin gurt g'ayşes ıkkanxhee, məhrıng'us mançil ooğançe ali'iynıd hele.
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο.
Vasqa, şavamecad cun kar sa kilometırna haqqas ilekkaxhee, məhrıng'un kar q'ölle kilometır haqqe.
42 τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
Vake kar heqqang'us hele, vake borc hekkang'uked aq'va sak'al hıma'a.
43 Ἠκούσατε ὅτι ἐρρέθη Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
Şok'le «Vas k'anena ıkkiykne, duşmanır g'ımece ixheva» uvhuyn g'ayxhiyn.
44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
Zımee şok'le eyhen, vuşun duşmanar vukkiykne, şoqa qihna gyapk'ıynbışdemeeyib düə hee'e.
45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
Manke şu, vuşde Xəybışeene dekkın hək'en uşaxar vuxhes. Mang'una verığ yugunbışilqab, pisınbışilqab akaraba gyooxha, Mang'un gyoğiyid qopk'uynbışilqab g'ahapk'iynbışilqad akaradacad gyoğa.
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
Şu vukkananbıcab şos vukkanva, mançike şos nəxdun mukaafatne ixhes? Nya'a, məxüd şene karaı'dəəne nalok'bı sa'anbışed ha'a dişde?
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
Şu saccu vuşde çocaaşiscab salam hoolexhee, nya'a man curayn karee? Nya'a, Allah qıvdyaats'anbışe həməxüd ha'a dişee?
48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
Hasre vuşdab yugvalla Xəybışeene Dekkına yugvalla xhinne ç'əvcab dyooxhena vuxhecen.