< Κατα Ματθαιον 14 >

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,
In that tyme Eroude tetrarke, prynce of the fourthe part, herde the fame of Jhesu;
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οὗτός ἐστιν Ἰωάνης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
and seide to hise children, This is Joon Baptist, he is rysun fro deeth, and therfor vertues worchen in hym.
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάνην ἔδησεν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·
For Heroude hadde holde Joon, and bounde hym, and puttide hym `in to prisoun for Herodias, the wijf of his brothir.
4 ἔλεγεν γὰρ ὁ Ἰωάνης αὐτῷ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
For Joon seide to him, It is not leueful to thee to haue hir.
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
And he willynge to sle hym, dredde the puple; for thei hadden hym as a prophete.
6 γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
But in the dai of Heroudis birthe, the douytir of Herodias daunside in the myddil, and pleside Heroude.
7 ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
Wherfor with an ooth he bihiyte to yyue to hir, what euere thing she hadde axid of hym.
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάνου τοῦ Βαπτιστοῦ.
And she bifor warned of hir modir, seide, Yif thou to me here the heed of Joon Baptist in a disch.
9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,
And the kyng was sorewful, but for the ooth, and for hem that saten to gidere at the mete, he comaundide to be youun.
10 καὶ πέμψας ἀπεκεφάλισεν Ἰωάνην ἐν τῇ φυλακῇ.
And he sente, and bihedide Joon in the prisoun.
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
And his heed was brouyt in a dische, and it was youun to the damysel, and she bar it to hir modir.
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
And hise disciplis camen, and token his bodi, and birieden it; and thei camen, and tolden to Jhesu.
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
And whanne Jhesus hadde herd this thing, he wente fro thennus in a boot, in to desert place bisides. And whanne the puple hadde herd, thei folewiden hym on her feet fro citees.
14 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
And Jhesus yede out, and sai a greet puple, and hadde reuthe on hem, and heelide the sike men of hem.
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
But whanne the euentid was com, hise disciplis camen to him, and seiden, The place is desert, and the tyme is now passid; lat the puple go in to townes, to bye hem mete.
16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
Jhesus seide to hem, Thei han not nede to go; yyue ye hem sumwhat to ete.
17 οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
Thei answeriden, We han not heere, but fyue looues and twei fischis.
18 ὁ δὲ εἶπεν· Φέρετέ μοι ὧδε αὐτούς.
And he seide to hem, Brynge ye hem hidur to me.
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
And whanne he hadde comaundid the puple to sitte to meete on the heye, he took fyue looues and twei fischis, and he bihelde in to heuene, and blesside, and brak, and yaf to hise disciplis; and the disciplis yauen to the puple.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
And alle eten, and weren fulfillid. And thei tooken the relifs of brokun gobetis, twelue cofynes ful.
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
And the noumbre of men that eten was fyue thousynde of men, outakun wymmen and lytle children.
22 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
And anoon Jhesus compellide the disciplis to go vp in to a boot, and go bifor hym ouer the see, while he lefte the puple.
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
And whanne the puple was left, he stiede aloone in to an hil for to preie. But whanne the euenyng was come, he was there aloone.
24 τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
And the boot in the myddel of the see was schoggid with wawis, for the wynd was contrarie to hem.
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
But in the fourthe wakyng of the niyt, he cam to hem walkynge aboue the see.
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
And thei, seynge hym walking on the see, weren disturblid, and seiden, That it is a fantum; and for drede thei crieden.
27 εὐθὺς δὲ ἐλάλησεν ὁ Ἰησοῦς αὐτοῖς λέγων Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
And anoon Jhesus spac to hem, and seide, Haue ye trust, Y am; nyle ye drede.
28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
And Petre answeride, and seide, Lord, if thou art, comaunde me to come to thee on the watris.
29 ὁ δὲ εἶπεν Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.
And he seide, Come thou. And Petre yede doun fro the boot, and walkide on the watris to come to Jhesu.
30 βλέπων δὲ τὸν ἄνεμον ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων Κύριε, σῶσόν με.
But he siy the wynd strong, and was aferde; and whanne he bigan to drenche, he criede, and seide, Lord, make me saaf.
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
And anoon Jhesus helde forth his hoond, and took Petre, and seide to hym, Thou of litil feith, whi hast thou doutid?
32 καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
And whanne he hadde stied in to the boot, the wynd ceessid.
33 οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.
And thei, that weren in the boot, camen, and worschipiden hym, and seiden, Verili, thou art Goddis sone.
34 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
And whanne thei hadden passid ouer the see, thei camen in to the loond of Genesar.
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
And whanne men of that place hadden knowe hym, thei senten in to al that cuntre; and thei brouyten to hym alle that hadden siknesse.
36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
And thei preieden hym, that thei schulden touche the hemme of his clothing; and who euere touchiden weren maad saaf.

< Κατα Ματθαιον 14 >