< Κατα Ματθαιον 13 >

1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
Εν εκείνη δε τη ημέρα εξελθών ο Ιησούς από της οικίας εκάθητο πλησίον της θαλάσσης·
2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
και συνήχθησαν προς αυτόν όχλοι πολλοί, ώστε εμβάς εις το πλοίον εκάθητο, και πας ο όχλος ίστατο επί τον αιγιαλόν.
3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
Και ελάλησε προς αυτούς πολλά διά παραβολών, λέγων· Ιδού, εξήλθεν ο σπείρων διά να σπείρη.
4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.
Και ενώ έσπειρεν, άλλα μεν έπεσον παρά την οδόν, και ήλθον τα πετεινά και κατέφαγον αυτά·
5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
άλλα δε έπεσον επί τα πετρώδη, όπου δεν είχον γην πολλήν, και ευθύς ανεφύησαν, επειδή δεν είχον βάθος γης,
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
και ότε ανέτειλεν ο ήλιος εκαυματίσθησαν και επειδή δεν είχον ρίζαν εξηράνθησαν·
7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.
άλλα δε έπεσον επί τας ακάνθας, και ανέβησαν αι άκανθαι και απέπνιξαν αυτά·
8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
άλλα δε έπεσον επί την γην την καλήν και έδιδον καρπόν το μεν εκατόν, το δε εξήκοντα, το δε τριάκοντα.
9 ὁ ἔχων ὦτα ἀκουέτω.
Ο έχων ώτα διά να ακούη, ας ακούη.
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
Και προσελθόντες οι μαθηταί, είπον προς αυτόν· Διά τι λαλείς προς αυτούς διά παραβολών;
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
Ο δε αποκριθείς είπε προς αυτούς· Διότι εις εσάς εδόθη να γνωρίσητε τα μυστήρια της βασιλείας των ουρανών, εις εκείνους όμως δεν εδόθη.
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
Διότι όστις έχει, έτι θέλει δοθή εις αυτόν και θέλει περισσευθή· όστις όμως δεν έχει, και ό, τι έχει θέλει αφαιρεθή απ' αυτού.
13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν.
Διά τούτο λαλώ προς αυτούς διά παραβολών, διότι βλέποντες δεν βλέπουσι και ακούοντες δεν ακούουσιν ουδέ νοούσι.
14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
Και εκπληρούται επ' αυτών η προφητεία του Ησαΐου η λέγουσα· Με την ακοήν θέλετε ακούσει και δεν θέλετε εννοήσει, και βλέποντες θέλετε ιδεί και δεν θέλετε καταλάβει·
15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
διότι επαχύνθη η καρδία του λαού τούτου, και με τα ώτα βαρέως ήκουσαν και τους οφθαλμούς αυτών έκλεισαν μήποτε ίδωσι με τους οφθαλμούς και ακούσωσι με τα ώτα και νοήσωσι με την καρδίαν και επιστρέψωσι, και ιατρεύσω αυτούς.
16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
Υμών δε οι οφθαλμοί είναι μακάριοι, διότι βλέπουσι, και τα ώτα σας, διότι ακούουσιν.
17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
Επειδή αληθώς σας λέγω ότι πολλοί προφήται και δίκαιοι επεθύμησαν να ίδωσιν όσα βλέπετε, και δεν είδον, και να ακούσωσιν όσα ακούετε, και δεν ήκουσαν.
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
Σεις λοιπόν ακούσατε την παραβολήν του σπείροντος.
19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
Παντός ακούοντος τον λόγον της βασιλείας και μη νοούντος, έρχεται ο πονηρός και αρπάζει το εσπαρμένον εν τη καρδία αυτού· ούτος είναι ο σπαρθείς παρά την οδόν.
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
Ο δε επί τα πετρώδη σπαρθείς, ούτος είναι ο ακούων τον λόγον και ευθύς μετά χαράς δεχόμενος αυτόν·
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
δεν έχει όμως ρίζαν εν εαυτώ, αλλ' είναι πρόσκαιρος, όταν δε γείνη θλίψις ή διωγμός διά τον λόγον, ευθύς σκανδαλίζεται.
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
Ο δε εις τας ακάνθας σπαρθείς, ούτος είναι ο ακούων τον λόγον, έπειτα η μέριμνα του αιώνος τούτου και η απάτη του πλούτου συμπνίγει τον λόγον, και γίνεται άκαρπος. (aiōn g165)
23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
Ο δε σπαρθείς επί την γην την καλήν, ούτος είναι ο ακούων τον λόγον και νοών· όστις και καρποφορεί και κάμνει ο μεν εκατόν, ο δε εξήκοντα, ο δε τριάκοντα.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
Άλλην παραβολήν παρέθηκεν εις αυτούς, λέγων· Ωμοιώθη η βασιλεία των ουρανών με άνθρωπον, όστις έσπειρε καλόν σπόρον εν τω αγρώ αυτού·
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
αλλ' ενώ εκοιμώντο οι άνθρωποι, ήλθεν ο εχθρός αυτού και έσπειρε ζιζάνια ανά μέσον του σίτου και ανεχώρησεν.
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
Ότε δε εβλάστησεν ο χόρτος και έκαμε καρπόν, τότε εφάνησαν και τα ζιζάνια.
27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
Προσελθόντες δε οι δούλοι του οικοδεσπότου είπον προς αυτόν· Κύριε, καλόν σπόρον δεν έσπειρας εν τω αγρώ σου; πόθεν λοιπόν έχει τα ζιζάνια;
28 ὁ δὲ ἔφη αὐτοῖς Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
Ο δε είπε προς αυτούς· Εχθρός άνθρωπος έκαμε τούτο· οι δε δούλοι είπον προς αυτόν· Θέλεις λοιπόν να υπάγωμεν και να συλλέξωμεν αυτά;
29 ὁ δέ φησιν Οὔ, μή ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·
Ο δε είπεν· Ουχί, μήποτε συλλέγοντες τα ζιζάνια εκριζώσητε μετ' αυτών τον σίτον·
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
αφήσατε να συναυξάνωσιν αμφότερα μέχρι του θερισμού, και εν τω καιρώ του θερισμού θέλω ειπεί προς τους θεριστάς· Συλλέξατε πρώτον τα ζιζάνια και δέσατε αυτά εις δέσμας διά να κατακαύσητε αυτά, τον δε σίτον συνάξατε εις την αποθήκην μου.
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
Άλλην παραβολήν παρέθηκεν εις αυτούς, λέγων· Ομοία είναι η βασιλεία των ουρανών με κόκκον σινάπεως, τον οποίον λαβών άνθρωπος έσπειρεν εν τω αγρώ αυτού·
32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῖν ἐν τοῖς κλάδοις αὐτοῦ.
το οποίον είναι μεν μικρότερον πάντων των σπερμάτων, όταν όμως αυξηθή είναι μεγαλήτερον των λαχάνων και γίνεται δένδρον, ώστε έρχονται τα πετεινά του ουρανού και κατασκηνούσιν εν τοις κλάδοις αυτού.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
Άλλην παραβολήν είπε προς αυτούς· Ομοία είναι η βασιλεία των ουρανών με προζύμιον, το οποίον λαβούσα γυνή ενέκρυψεν εις τρία μέτρα αλεύρου, εωσού έγεινεν όλον ένζυμον.
34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
Ταύτα πάντα ελάλησεν ο Ιησούς διά παραβολών προς τους όχλους και χωρίς παραβολής δεν ελάλει προς αυτούς,
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.
διά να πληρωθή το ρηθέν διά του προφήτου, λέγοντος· Θέλω ανοίξει εν παραβολαίς το στόμα μου, θέλω απαγγείλει πράγματα κεκρυμμένα από καταβολής κόσμου.
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
Τότε αφήσας τους όχλους ήλθεν εις την οικίαν ο Ιησούς. Και προσήλθον προς αυτόν οι μαθηταί αυτού, λέγοντες· Εξήγησον εις ημάς την παραβολήν των ζιζανίων του αγρού.
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου·
Ο δε αποκριθείς είπε προς αυτούς· Ο σπείρων τον καλόν σπόρον είναι ο Υιός του ανθρώπου·
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,
ο δε αγρός είναι ο κόσμος· ο δε καλός σπόρος, ούτοι είναι οι υιοί της βασιλείας· τα δε ζιζάνια είναι οι υιοί του πονηρού·
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. (aiōn g165)
ο δε εχθρός, όστις έσπειρεν αυτά, είναι ο διάβολος· ο δε θερισμός είναι η συντέλεια του αιώνος· οι δε θερισταί είναι οι άγγελοι. (aiōn g165)
40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. (aiōn g165)
Καθώς λοιπόν συλλέγονται τα ζιζάνια και κατακαίονται εν πυρί, ούτω θέλει είσθαι εν τη συντελεία του αιώνος τούτου. (aiōn g165)
41 ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
Θέλει αποστείλει ο Υιός του ανθρώπου τους αγγέλους αυτού, και θέλουσι συλλέξει εκ της βασιλείας αυτού πάντα τα σκάνδαλα και τους πράττοντας την ανομίαν,
42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
και θέλουσι ρίψει αυτούς εις την κάμινον του πυρός· εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων.
43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.
Τότε οι δίκαιοι θέλουσιν εκλάμψει ως ο ήλιος εν τη βασιλεία του Πατρός αυτών. Ο έχων ώτα διά να ακούη ας ακούη.
44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Πάλιν ομοία είναι η βασιλεία των ουρανών με θησαυρόν κεκρυμμένον εν τω αγρώ, τον οποίον ευρών άνθρωπος έκρυψε, και από της χαράς αυτού υπάγει και πωλεί πάντα όσα έχει και αγοράζει τον αγρόν εκείνον.
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
Πάλιν ομοία είναι η βασιλεία των ουρανών με άνθρωπον έμπορον ζητούντα καλούς μαργαρίτας·
46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
όστις ευρών ένα πολύτιμον μαργαρίτην, υπήγε και επώλησε πάντα όσα είχε και ηγόρασεν αυτόν.
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
Πάλιν ομοία είναι η βασιλεία των ουρανών με δίκτυον, το οποίον ερρίφθη εις την θάλασσαν και συνήγαγεν από παντός είδους·
48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
το οποίον, αφού εγεμίσθη, ανεβίβασαν επί τον αιγιαλόν και καθήσαντες συνέλεξαν τα καλά εις αγγεία, τα δε αχρεία έρριψαν έξω.
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, (aiōn g165)
Ούτω θέλει είσθαι εν τη συντελεία του αιώνος. Θέλουσιν εξέλθει οι άγγελοι και θέλουσιν αποχωρίσει τους πονηρούς εκ μέσου των δικαίων, (aiōn g165)
50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
και θέλουσι ρίψει αυτούς εις την κάμινον του πυρός· εκεί θέλει είσθαι ο κλαυθμός και ο τριγμός των οδόντων.
51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ Ναί.
Λέγει προς αυτούς ο Ιησούς· Ενοήσατε ταύτα πάντα; Λέγουσι προς αυτόν· Ναι, Κύριε.
52 ὁ δὲ εἶπεν αὐτοῖς Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
Ο δε είπε προς αυτούς· Διά τούτο πας γραμματεύς, μαθητευθείς εις τα περί της βασιλείας των ουρανών, είναι όμοιος με άνθρωπον οικοδεσπότην, όστις εκβάλλει εκ του θησαυρού αυτού νέα και παλαιά.
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
Και αφού ετελείωσεν ο Ιησούς τας παραβολάς ταύτας, ανεχώρησεν εκείθεν,
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
και ελθών εις την πατρίδα αυτού, εδίδασκεν αυτούς εν τη συναγωγή αυτών, ώστε εξεπλήττοντο και έλεγον· Πόθεν εις τούτον η σοφία αύτη και αι δυνάμεις;
55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
δεν είναι ούτος ο υιός του τέκτονος; η μήτηρ αυτού δεν λέγεται Μαριάμ, και οι αδελφοί αυτού Ιάκωβος και Ιωσής και Σίμων και Ιούδας;
56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
και αι αδελφαί αυτού δεν είναι πάσαι παρ' ημίν; πόθεν λοιπόν εις τούτον ταύτα πάντα;
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Και εσκανδαλίζοντο εν αυτώ. Ο δε Ιησούς είπε προς αυτούς· Δεν είναι προφήτης άνευ τιμής ειμή εν τη πατρίδι αυτού και εν τη οικία αυτού.
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
Και δεν έκαμεν εκεί πολλά θαύματα διά την απιστίαν αυτών.

< Κατα Ματθαιον 13 >