< Κατα Μαρκον 16 >
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
अथ विश्रामवारे गते मग्दलीनी मरियम् याकूबमाता मरियम् शालोमी चेमास्तं मर्द्दयितुं सुगन्धिद्रव्याणि क्रीत्वा
2 καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνῆμα, ἀνατείλαντος τοῦ ἡλίου.
सप्ताहप्रथमदिनेऽतिप्रत्यूषे सूर्य्योदयकाले श्मशानमुपगताः।
3 καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
किन्तु श्मशानद्वारपाषाणोऽतिबृहन् तं कोऽपसारयिष्यतीति ताः परस्परं गदन्ति!
4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀνακεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
एतर्हि निरीक्ष्य पाषाणो द्वारो ऽपसारित इति ददृशुः।
5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
पश्चात्ताः श्मशानं प्रविश्य शुक्लवर्णदीर्घपरिच्छदावृतमेकं युवानं श्मशानदक्षिणपार्श्व उपविष्टं दृष्ट्वा चमच्चक्रुः।
6 ὁ δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
सोऽवदत्, माभैष्ट यूयं क्रुशे हतं नासरतीययीशुं गवेषयथ सोत्र नास्ति श्मशानादुदस्थात्; तै र्यत्र स स्थापितः स्थानं तदिदं पश्यत।
7 ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
किन्तु तेन यथोक्तं तथा युष्माकमग्रे गालीलं यास्यते तत्र स युष्मान् साक्षात् करिष्यते यूयं गत्वा तस्य शिष्येभ्यः पितराय च वार्त्तामिमां कथयत।
8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν· ἐφοβοῦντο γάρ.
ताः कम्पिता विस्तिताश्च तूर्णं श्मशानाद् बहिर्गत्वा पलायन्त भयात् कमपि किमपि नावदंश्च।
9 (note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) [[Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
(note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) अपरं यीशुः सप्ताहप्रथमदिने प्रत्यूषे श्मशानादुत्थाय यस्याः सप्तभूतास्त्याजितास्तस्यै मग्दलीनीमरियमे प्रथमं दर्शनं ददौ।
10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ’ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν·
ततः सा गत्वा शोकरोदनकृद्भ्योऽनुगतलोकेभ्यस्तां वार्त्तां कथयामास।
11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν.
किन्तु यीशुः पुनर्जीवन् तस्यै दर्शनं दत्तवानिति श्रुत्वा ते न प्रत्ययन्।
12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν·
पश्चात् तेषां द्वायो र्ग्रामयानकाले यीशुरन्यवेशं धृत्वा ताभ्यां दर्शन ददौ!
13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
तावपि गत्वान्यशिष्येभ्यस्तां कथां कथयाञ्चक्रतुः किन्तु तयोः कथामपि ते न प्रत्ययन्।
14 Ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
शेषत एकादशशिष्येषु भोजनोपविष्टेषु यीशुस्तेभ्यो दर्शनं ददौ तथोत्थानात् परं तद्दर्शनप्राप्तलोकानां कथायामविश्वासकरणात् तेषामविश्वासमनःकाठिन्याभ्यां हेतुभ्यां स तांस्तर्जितवान्।
15 καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
अथ तानाचख्यौ यूयं सर्व्वजगद् गत्वा सर्व्वजनान् प्रति सुसंवादं प्रचारयत।
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
तत्र यः कश्चिद् विश्वस्य मज्जितो भवेत् स परित्रास्यते किन्तु यो न विश्वसिष्यति स दण्डयिष्यते।
17 σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς,
किञ्च ये प्रत्येष्यन्ति तैरीदृग् आश्चर्य्यं कर्म्म प्रकाशयिष्यते ते मन्नाम्ना भूतान् त्याजयिष्यन्ति भाषा अन्याश्च वदिष्यन्ति।
18 ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.
अपरं तैः सर्पेषु धृतेषु प्राणनाशकवस्तुनि पीते च तेषां कापि क्षति र्न भविष्यति; रोगिणां गात्रेषु करार्पिते तेऽरोगा भविष्यन्ति च।
19 Ὁ μὲν οὖν Κύριος Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.
अथ प्रभुस्तानित्यादिश्य स्वर्गं नीतः सन् परमेश्वरस्य दक्षिण उपविवेश।
20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων.]]
ततस्ते प्रस्थाय सर्व्वत्र सुसंवादीयकथां प्रचारयितुमारेभिरे प्रभुस्तु तेषां सहायः सन् प्रकाशिताश्चर्य्यक्रियाभिस्तां कथां प्रमाणवतीं चकार। इति।