< Κατα Λουκαν 2 >

1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
Εν εκείναις δε ταις ημέραις εξήλθε διάταγμα παρά του Καίσαρος Αυγούστου να απογραφή πάσα η οικουμένη.
2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
Αύτη η απογραφή έγεινε πρώτη, ότε ηγεμόνευε της Συρίας ο Κυρήνιος.
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
Και ήρχοντο πάντες να απογράφωνται, έκαστος εις την εαυτού πόλιν.
4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ,
Ανέβη δε και Ιωσήφ από της Γαλιλαίας εκ της πόλεως Ναζαρέτ εις την Ιουδαίαν εις την πόλιν του Δαβίδ, ήτις καλείται Βηθλεέμ, επειδή αυτός ήτο εκ του οίκου και της πατριάς του Δαβίδ,
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ.
διά να απογραφή μετά της Μαριάμ της ηρραβωνισμένης με αυτόν εις γυναίκα, ήτις ήτο έγκυος.
6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
Και ενώ ήσαν εκεί, επληρώθησαν αι ημέραι του να γεννήση·
7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
και εγέννησε τον υιόν αυτής τον πρωτότοκον, και εσπαργάνωσεν αυτόν και κατέκλινεν αυτόν εν τη φάτνη, διότι δεν ήτο τόπος δι' αυτούς εν τω καταλύματι.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
Και ποιμένες ήσαν κατά το αυτό μέρος διανυκτερεύοντες εν τοις αγροίς και φυλάττοντες φυλακάς της νυκτός επί το ποίμνιον αυτών.
9 καὶ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
Και ιδού, άγγελος Κυρίου εξαίφνης εφάνη εις αυτούς, και δόξα Κυρίου έλαμψε περί αυτούς, και εφοβήθησαν φόβον μέγαν.
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
Και είπε προς αυτούς ο άγγελος· Μη φοβείσθε· διότι ιδού, ευαγγελίζομαι εις εσάς χαράν μεγάλην, ήτις θέλει είσθαι εις πάντα τον λαόν,
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυείδ.
διότι σήμερον εγεννήθη εις εσάς εν πόλει Δαβίδ σωτήρ, όστις είναι Χριστός Κύριος.
12 καὶ τοῦτο ὑμῖν σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
Και τούτο θέλει είσθαι το σημείον εις εσάς· θέλετε ευρεί βρέφος εσπαργανωμένον, κείμενον εν τη φάτνη.
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων
Και εξαίφνης μετά του αγγέλου εφάνη πλήθος στρατιάς ουρανίου υμνούντων τον Θεόν και λεγόντων·
14 Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
Δόξα εν υψίστοις Θεώ και επί γης ειρήνη, εν ανθρώποις ευδοκία.
15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
Και καθώς οι άγγελοι ανεχώρησαν απ' αυτών εις τον ουρανόν, οι άνθρωποι οι ποιμένες είπον προς αλλήλους. Ας υπάγωμεν λοιπόν έως Βηθλεέμ και ας ίδωμεν το πράγμα τούτο το γεγονός, το οποίον ο Κύριος εφανέρωσεν εις ημάς.
16 καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ·
Και ήλθον μετά σπουδής και εύρον την τε Μαριάμ και τον Ιωσήφ και το βρέφος κείμενον εν τη φάτνη.
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
Και ιδόντες, διεκήρυξαν τον λόγον τον λαληθέντα προς αυτούς περί του παιδίου τούτου·
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς·
και πάντες οι ακούσαντες εθαύμασαν περί των λαληθέντων υπό των ποιμένων προς αυτούς.
19 ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
Η δε Μαριάμ εφύλαττε πάντας τους λόγους τούτους, διαλογιζομένη περί αυτών εν τη καρδία αυτής.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
Και υπέστρεψαν οι ποιμένες, δοξάζοντες και υμνούντες τον Θεόν διά πάντα όσα ήκουσαν και είδον, καθώς ελαλήθησαν προς αυτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Και ότε επληρώθησαν αι οκτώ ημέραι διά να περιτέμωσι το παιδίον, εκλήθη το όνομα αυτού Ιησούς, το ονομασθέν υπό του αγγέλου πριν συλληφθή εν τη κοιλία.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
Και ότε επληρώθησαν αι ημέραι του καθαρισμού αυτής κατά τον νόμον του Μωϋσέως, ανεβίβασαν αυτόν εις Ιεροσόλυμα διά να παραστήσωσιν εις τον Κύριον,
23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
καθώς είναι γεγραμμένον εν τω νόμω του Κυρίου, ότι παν αρσενικόν διανοίγον μήτραν θέλει κληθή άγιον εις τον Κύριον,
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
και διά να προσφέρωσι θυσίαν κατά το ειρημένον εν τω νόμω του Κυρίου, ζεύγος τρυγόνων ή δύο νεοσσούς περιστερών.
25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ’ αὐτόν·
Και ιδού, ήτο άνθρωπός τις εν Ιερουσαλήμ, ονομαζόμενος Συμεών, και ο άνθρωπος ούτος ήτο δίκαιος και ευλαβής, προσμένων την παρηγορίαν του Ισραήλ, και Πνεύμα Άγιον ήτο επ' αυτόν·
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.
και ήτο εις αυτόν αποκεκαλυμμένον υπό του Πνεύματος του Αγίου ότι δεν θέλει ιδεί θάνατον, πριν ίδη τον Χριστόν του Κυρίου.
27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
Και ήλθε διά του Πνεύματος εις το ιερόν· και ότε οι γονείς εισέφεραν το παιδίον Ιησούν διά να κάμωσι περί αυτού κατά την συνήθειαν του νόμου,
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν
αυτός εδέχθη αυτό εις τας αγκάλας αυτού και ευλόγησε τον Θεόν και είπε·
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
Νυν απολύεις τον δούλον σου, δέσποτα, κατά το ρήμα σου, εν ειρήνη·
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
διότι είδον οι οφθαλμοί μου το σωτήριόν σου,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
το οποίον ητοίμασας ενώπιον πάντων των λαών,
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
φως εις φωτισμόν των εθνών και δόξαν του λαού σου Ισραήλ.
33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
Και ο Ιωσήφ και η μήτηρ αυτού εθαύμαζον διά τα λεγόμενα περί αυτού.
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον
Και ευλόγησεν αυτούς ο Συμεών, και είπε προς Μαριάμ την μητέρα αυτού· Ιδού, ούτος κείται εις πτώσιν και ανάστασιν πολλών εν τω Ισραήλ και εις σημείον αντιλεγόμενον.
35 —καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία—, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
Και σου δε αυτής την ψυχήν ρομφαία θέλει διαπεράσει, διά να ανακαλυφθώσιν οι διαλογισμοί πολλών καρδιών.
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
Και υπήρχέ τις Άννα προφήτις, θυγάτηρ Φανουήλ, εκ της φυλής Ασήρ· αύτη ήτο πολύ προβεβηκυία εις ηλικίαν, ήτις έζησε μετά του ανδρός αυτής επτά έτη από της παρθενίας αυτής,
37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
και αύτη ήτο χήρα ως ετών ογδοήκοντα τεσσάρων, ήτις δεν απεμακρύνετο από του ιερού, νύκτα και ημέραν λατρεύουσα τον Θεόν εν νηστείαις και προσευχαίς·
38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.
και αύτη φθάσασα εν αυτή τη ώρα, εδοξολόγει τον Κύριον και ελάλει περί αυτού προς πάντας τους προσμένοντας λύτρωσιν εν Ιερουσαλήμ.
39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
Και αφού ετελείωσαν πάντα τα κατά τον νόμον του Κυρίου, υπέστρεψαν εις την Γαλιλαίαν, εις την πόλιν αυτών Ναζαρέτ.
40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτό.
Το δε παιδίον ηύξανε και εδυναμούτο κατά το πνεύμα πληρούμενον σοφίας, και χάρις Θεού ήτο επ' αυτό.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
Επορεύοντο δε οι γονείς αυτού κατ' έτος εις Ιερουσαλήμ εν τη εορτή του πάσχα.
42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
Και ότε έγεινεν ετών δώδεκα, αφού ανέβησαν εις Ιεροσόλυμα κατά το έθος της εορτής
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
και ετελείωσαν τας ημέρας, ενώ αυτοί υπέστρεφον, το παιδίον ο Ιησούς έμεινεν οπίσω εν Ιερουσαλήμ, και δεν ενόησεν ο Ιωσήφ και η μήτηρ αυτού.
44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,
Νομίσαντες δε ότι αυτός ήτο εν τη συνοδία, ήλθον μιας ημέρας οδόν και ανεζήτουν αυτόν μεταξύ των συγγενών και των γνωρίμων.
45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
Και μη ευρόντες αυτόν, υπέστρεψαν εις Ιερουσαλήμ ζητούντες αυτόν.
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
Και μετά τρεις ημέρας εύρον αυτόν εν τω ιερώ καθήμενον εν μέσω των διδασκάλων και ακούοντα αυτόν και ερωτώντα αυτούς.
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
Εξίσταντο δε πάντες οι ακούοντες αυτόν διά την σύνεσιν και τας αποκρίσεις αυτού.
48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ζητοῦμέν σε.
Και ιδόντες αυτόν εξεπλάγησαν, και είπε προς αυτόν η μήτηρ αυτού· Τέκνον, διά τι έπραξας εις ημάς ούτως; ιδού, ο πατήρ σου και εγώ καταλυπούμενοι σε εζητούμεν.
49 καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;
Και είπε προς αυτούς· Διά τι με εζητείτε; δεν ηξεύρετε ότι πρέπει να ήμαι εις τα του Πατρός μου;
50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
Και αυτοί δεν ενόησαν τον λόγον, τον οποίον ελάλησε προς αυτούς.
51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.
Και κατέβη μετ' αυτών και ήλθεν εις Ναζαρέτ, και ήτο υποτασσόμενος εις αυτούς. Η δε μήτηρ αυτού εφύλαττε πάντας τους λόγους τούτους εν τη καρδία αυτής.
52 Καὶ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Και ο Ιησούς προέκοπτεν εις σοφίαν και ηλικίαν και χάριν παρά Θεώ και ανθρώποις.

< Κατα Λουκαν 2 >