< Κατα Λουκαν 15 >

1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
Επλησίαζον δε εις αυτόν πάντες οι τελώναι και οι αμαρτωλοί, διά να ακούωσιν αυτόν.
2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
Και διεγόγγυζον οι Φαρισαίοι και οι γραμματείς, λέγοντες ότι ούτος αμαρτωλούς δέχεται και συντρώγει μετ' αυτών.
3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων
Είπε δε προς αυτούς την παραβολήν ταύτην, λέγων·
4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
Τις άνθρωπος εξ υμών εάν έχη εκατόν πρόβατα και χάση εν εξ αυτών, δεν αφίνει τα ενενήκοντα εννέα εν τη ερήμω και υπάγει ζητών το απολωλός, εωσού εύρη αυτό;
5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
Και ευρών αυτό, βάλλει επί τους ώμους αυτού χαίρων.
6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς Συνχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
Και ελθών εις τον οίκον, συγκαλεί τους φίλους και τους γείτονας, λέγων προς αυτούς· Συγχάρητέ μοι, διότι εύρον το πρόβατόν μου το απολωλός.
7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Σας λέγω ότι ούτω θέλει είσθαι χαρά εν τω ουρανώ διά ένα αμαρτωλόν μετανοούντα μάλλον παρά διά ενενήκοντα εννέα δικαίους, οίτινες δεν έχουσι χρείαν μετανοίας.
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
Η τις γυνή έχουσα δέκα δραχμάς, εάν χάση δραχμήν μίαν, δεν ανάπτει λύχνον και σαρόνει την οικίαν και ζητεί επιμελώς, έως ότου εύρη αυτήν;
9 καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα Συνχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
και αφού εύρη, συγκαλεί τας φίλας και τας γείτονας, λέγουσα· Συγχάρητέ μοι, διότι εύρον την δραχμήν την οποίαν έχασα.
10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Ούτω, σας λέγω, χαρά γίνεται ενώπιον των αγγέλων του Θεού διά ένα αμαρτωλόν μετανοούντα.
11 Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
Είπε δέ· Άνθρωπος τις είχε δύο υιούς.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
Και είπεν ο νεώτερος αυτών προς τον πατέρα· Πάτερ, δος μοι το ανήκον μέρος της περιουσίας. Και διεμοίρασεν εις αυτούς τα υπάρχοντα αυτού.
13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
Και μετ' ολίγας ημέρας συνάξας πάντα ο νεώτερος υιός, απεδήμησεν εις χώραν μακράν και εκεί διεσκόρπισε την περιουσίαν αυτού ζων ασώτως.
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
Αφού δε εδαπάνησε πάντα, έγεινε πείνα μεγάλη εν τη χώρα εκείνη, και αυτός ήρχισε να στερήται.
15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·
Τότε υπήγε και προσεκολλήθη εις ένα των πολιτών της χώρας εκείνης, όστις έπεμψεν αυτόν εις τους αγρούς αυτού διά να βόσκη χοίρους.
16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
Και επεθύμει να γεμίση την κοιλίαν αυτού από των ξυλοκεράτων, τα οποία έτρωγον οι χοίροι, και ουδείς έδιδεν εις αυτόν.
17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.
Ελθών δε εις εαυτόν, είπε· Πόσοι μισθωτοί του πατρός μου περισσεύουσιν άρτον, και εγώ χάνομαι υπό της πείνης.
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
Σηκωθείς θέλω υπάγει προς τον πατέρα μου και θέλω ειπεί προς αυτόν· Πάτερ, ήμαρτον εις τον ουρανόν και ενώπιόν σου·
19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
και δεν είμαι πλέον άξιος να ονομασθώ υιός σου· κάμε με ως ένα των μισθωτών σου.
20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Και σηκωθείς ήλθε προς τον πατέρα αυτού. Ενώ, δε απείχεν έτι μακράν, είδεν αυτόν ο πατήρ αυτού και εσπλαγχνίσθη, και δραμών επέπεσεν επί τον τράχηλον αυτού και κατεφίλησεν αυτόν.
21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
είπε δε προς αυτόν ο υιός· Πάτερ, ήμαρτον εις τον ουρανόν και ενώπιόν σου, και δεν είμαι πλέον άξιος να ονομασθώ υιός σου.
22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
Και ο πατήρ είπε προς τους δούλους αυτού· Φέρετε έξω την στολήν την πρώτην και ενδύσατε αυτόν, και δότε δακτυλίδιον εις την χείρα αυτού και υποδήματα εις τους πόδας,
23 καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
και φέροντες τον μόσχον τον σιτευτόν σφάξατε, και φαγόντες ας ευφρανθώμεν,
24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
διότι ούτος ο υιός μου νεκρός ήτο και ανέζησε, και απολωλώς ήτο και ευρέθη. Και ήρχισαν να ευφραίνωνται.
25 ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
Ήτο δε ο πρεσβύτερος αυτού υιός εν τω αγρώ· και καθώς ερχόμενος επλησίασεν εις την οικίαν, ήκουσε συμφωνίαν και χορούς,
26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα.
και προσκαλέσας ένα των δούλων, ηρώτα τι είναι ταύτα.
27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
Ο δε είπε προς αυτόν ότι ο αδελφός σου ήλθε· και έσφαξεν ο πατήρ σου τον μόσχον τον σιτευτόν, διότι απήλαυσεν αυτόν υγιαίνοντα.
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
Και ωργίσθη και δεν ήθελε να εισέλθη. Εξήλθε λοιπόν ο πατήρ αυτού και παρεκάλει αυτόν.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
Ο δε αποκριθείς είπε προς τον πατέρα· Ιδού, τόσα έτη σε δουλεύω, και ποτέ εντολήν σου δεν παρέβην, και εις εμέ ουδέ ερίφιον έδωκάς ποτέ διά να ευφρανθώ μετά των φίλων μου.
30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
Ότε δε ο υιός σου ούτος, ο καταφαγών σου τον βίον μετά πορνών, ήλθεν, έσφαξας δι' αυτόν τον μόσχον τον σιτευτόν.
31 ὁ δὲ εἶπεν αὐτῷ Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
Ο δε είπε προς αυτόν· Τέκνον, συ πάντοτε μετ' εμού είσαι, και πάντα τα εμά σα είναι·
32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
έπρεπε δε να ευφρανθώμεν και να χαρώμεν, διότι ο αδελφός σου ούτος νεκρός ήτο και ανέζησε, και απολωλώς ήτο και ευρέθη.

< Κατα Λουκαν 15 >