< Κατα Ιωαννην 8 >
1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Yesu agendele muchima che mizaituni.
2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν. καὶ καθίσας ἐδίδασκεν αὐτούς.
Namweja katondo naja Lindi muyekalu, na bhanu bhona nibhamulubha neyanja nabheigisha.
3 ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
Abhandiki na Bhafarisayo nibhaleta omugasi unu bhagwatile mu bhulomelwa. Nibhamutula agati.
4 λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπαυτοφώρῳ μοιχευομένη.
Niwo nibhamubwila Yesu ati, “Omwiigisha, omugasi unu bhamugwata mubhulomelwa,
5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
Woli, echilagilo cha Musa achilagiliye okubhalasa amabhui abhanu lwa bhanu, owaika kutiki ingulu yaye?
6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν·
Bhaikile ago okumusaka koleleki bhabhone omusango gwo kumubhula, nawe Yesu nenama asi nandika kwe Chala chaye.
7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνάκυψας εἶπε πρὸς αὐτοὺς, Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω.
Bhejile bhagendelela nibhamubhusha, nemelegulu nabhabwila ati, “Oyo atali na chibhibhi kwimwe, abhe wa kwamba okumulasa amabhui.”
8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
Nenama lindi asi, nandika kwe Chala chae.
9 οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεῖς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.
Bhejile bhongwa ago bhagendele oumwi no undi okwambila kumukaluka. kubhutelo Yesu nasigalao enyele ela, amwi no mugasi aliga agati yebwe.
10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ, Ἡ γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν;
Yesu nemelegulu nabhabwila ati, “Omugasi, abho abhakusitaka bhalyaki? Atalio nolwo umwi oyo kamulamula?”
11 ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
Naika ati,” Atalio nolwo umwi Lata bhugenyi.” Yesu naika ati, “nolwo anye nitakulamula. Genda njila yao okwambila oli no kugendelela utakola chibhibhi lindi.”
12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
Lindi Yesu naloma na bhanu naika ati, “Anye ni bwelu bwa isi; oyo kandubha atakulibhata muchisute kabha no bwelu bwo bhuanga.”
13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
Abhafalisayo nibhamubwila ati, Owibhambalila omwene; obhubhambasi bwao bhutali bwe chimali.”
14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.
Yesu nasubya nabhabwila ati, “Nolwo nikebhambalila omwene, obhubhambasi bhana ni bwe chimali. Enimenya eyo enisoka niyo enigenda, nawe emwe mutakumenya eyo enisoka neyo enigenda.
15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
Emwe omulamula chinyamubwili; Anye nitakulamula ona ona.
16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με.
Anye nolwo nikalamula, obhulamusi bwani ni bwe chimali okubha nitali wenyele, nawe nili na Lata oyo antumile.
17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
Nikwo nebhilagilo byemwe byandikilwe ati obhubhambasi bwa bhanu bhabhili no bwe chimali.
18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.
Anye enibhambalila, na Lata oyo antumile kambambalila.”
19 ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.
Nibhamubwila ati, Lata wao alyaki?” Yesu nasubya ati, “Anye mutakumenya nolwo Lata wani mutakumunyenya mwakasangile nimumenya anye mwakamumenyele na Lata wani.
20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Aikile emisango ejo Ali ayei need chibhikilo awo aliga neigisha mu yekalu, na Atalio nolwo umwi oyo amugwatile ku kubha omwanya gwae gwaliga guchali kukinga.
21 Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Mbe nabhabwila lindi ati, “Nagenda jani; nawe mulinyenja na mulifwila mu bhibhibhi byemwe. eyo enigenda, mutakutula kujayo.”
22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
Abhayaudi nibhzika ati, “Kajaokwiita omwene, okubha aikile ati, 'eyo enigenda mutakula kujayo'?”
23 καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Yesu nabhabwila ati, “Omusoka emwalo; anye enisoka injulu. Emwe ni bha isi inu; anye ntali wa isi inu.
24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Kulwejo, nabhabwila ati mulifwila mubhibhibhi byemwe. mwikilishe okubha ANYE NIWE, omufwa mu bhibhibhi byemwe”.
25 ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;
Kulwejo nibhamubwila ati, “Awe niga?” Yesu nabhabwila ati, galiya nabhabwiliye ku bwambilo.
26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.
ninajo emisango mwafu ejokuloma no kulamula ingulu yemwe. Nolwo kutyo, unu antumile ni we chimali; ne misango ejo nonguwe okusoka kwemwe, ne misango ejo enijaika mu si;
27 οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν.
Bhatamwelewe ati aliga naika nabho eja Lata.
28 εἶπεν οὖν ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ.
Yesu anaika ati, “mukamuyanika ingulu Omwana wo munu, awo mulimenya okubha ANYE NIWE, na ati nitakukola lyonalyona kubwani any akabha Lata anyiigisishe, enaika emisango jinu.
29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
Unu antumile ali amwi nanye, nomwene atakusiga wenyele, bhuli katungu enikola agoagamukondela.”
30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Omwanya Yesu naika emisango ejo abhafu nibhamwikilisha.
31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
Yesu naika ati kubhaliya Abhayaudi abho bhamwikilisishe, “Akabha mukeyanja misango jani, ndiwo omubha bheigisibwa bhani bhechimali,
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
Emwe mulimenya echimali, ne chimali chilibhatula mumulabho.”
33 ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
Nibhamubya ati, “Eswe ni lwibholo lwa Ibrahimu na kata chichaliga kubha asi yobhugaya bhonabhona owaikaki, “Echitulwa muchilabho?”
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.
Yesu nabhasubya ati, “Nichimali, nichimali enibhabwila ati, oyokakola echibhibhi ni mugaya we chibhibhi.
35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. (aiōn )
Omugaya atakwiyanja munyumba mwanya gwona; Omwana kekala siku jona. (aiōn )
36 ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
Kulwejo, akabha Omwana akabhatula muchilabho, omubha muchilabho chimali kata.”
37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
Enimenya ati emwe ni lwibholo lwa Ibrahimu; omundonda okunyita kulwa injuno yo musango gwani gutana mwanya agati yemwe.
38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
Enaika amagambo ganu nalolele amwi na Lata want, emwona abhene omukola amagambo ganu mwonguwe okusoka kwi esomwana wemwe.”
39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε·
Mbe nibhamubya no kumubhwila ati, “Lata weswe ni Aburamu.” Yesu nabhabwila ati, “Chisanga muli bhana bha Aburamu, mwakakolele emilimu ja Aburamu.
40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
Nolwo olyanu omuiga okunyita, omunu unu abhabhwiliye echimali ati nonguwe okusoka ku Nyamuanga. Aburamu atakolele kutyo.
41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἕνα Πατέρα ἔχομεν τὸν Θεόν.
Omukola emilimu je somwana.” Ni bhamubhwila ati, “Chitebhuwe mubhulomesi, China Lata umwi, unu ali Nyamuanga.
42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.
Yesu nabhabwila ati, “Akabha Nyamuanga ni Lata wemwe, mwakanyendele anye, okubha nisokele ku Nyamuanga; okubha nitejile kubwani, nawe unu antumile.
43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
Kulwaki mutakungwila emisango jani? kwokubha mutakutula kwikomesha okungwa emisango jani
44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
Amwe ni bha esomwana wemwe, shetani, no mwenda okujikola okuligila eje somwana wemwe. okwimilegulu muchimali kwo kubha echimali chitalimo kwimwe. Akaloma olubhei, kaloma okusoka mukatungilwe kaye okubha ni mubhei ne semwene nimubhei.
45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
Nolwo woli, kwo kubha enaika ebye chimali, mutakunyikilisha.
46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
Niga kwimwe unu katula okumbambalila ati ndine chibhibhi? akabha ninaika ebye chimali, kubhaki mutakunyikilisha?
47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
Unu ali Wanyamuanga kongwa emisango ja Nyamuanga; emwe mutakungwila kwo kubha emwe mutali bha Nyamuanga.”
48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
Abhayaudi nibhamubya nibhamubwila ati, chitaikile echimali kubha awe ni Musamalia na una lisambwa?”
49 ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
Yesu nasubya ati, tali nesambwa; nawe enibhala Lata wani, nemwe mutakumubhala.
50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
Nitakuyenja likusho lyani; alio umwi unu kayenja no kulamula.
51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. (aiōn )
Nichimali, chimali, enibhabwila ati, unu kagwata omusango gwani, atalibhona lufu kajanende.” (aiōn )
52 εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. (aiōn )
Abhayaudi nibhamubya ati, “Oli chamenya ati uli no musambwa. Abrahamu na bhaligi bhafue; nawe owaika ati, 'Akabha omunu atakugwata omusango gwani, akulabha lufu.' (aiōn )
53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;
Awe utali mukulu kukila Lata weswe Abrahamu unu afuye, na bhalagi ona bhafuye. Awe owikola kubha niga?”
54 ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν,
Yesu nasubya ati, “Akabha nikekusha nenyele, okwikusha kwani ni kwa kutyo ela; ni Lata wani niwekankusha - onu omwaika kubha Nyamuanga wemwe.
55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
Emwe mutamumenyaga omwene, nawe anye nimumenyele omwene. Akabha nikaika ati,'nitakumumenya,' enijosusana nemwe, bhanu omubheya. Nolwo kutyo, nimumenyele nemisango jaye nijigwatile.
56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
Lata weswe Abrahamu akondewe okulola olusiku lwani; nalulola nakondelelwa.”
57 εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
Abhayaudi nibhamubwila ati, “uchali kumala mwaka makumi gatanu awe umulolele Ibrahimu?”
58 εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
Yesu nabhabwila ati, “Nichimali, chimali, nabhabwila ati, Abrahimu achali kwibhulwa, ANYE NDIO.”
59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
Mbe nibhagenda amabhui bhabhone okumubhuma, nawe Yesu neibhisa nauluka mu yekalu.