< Κατα Ιωαννην 4 >

1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης,
Καθώς λοιπόν έμαθεν ο Κύριος ότι ήκουσαν οι Φαρισαίοι ότι ο Ιησούς πλειοτέρους μαθητάς κάμνει και βαπτίζει παρά ο Ιωάννης-
2 —καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ, —
αν και ο Ιησούς αυτός δεν εβάπτιζεν, αλλ' οι μαθηταί αυτού-
3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
αφήκε την Ιουδαίαν και απήλθε πάλιν εις την Γαλιλαίαν.
4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας.
Έπρεπε δε να περάση διά της Σαμαρείας.
5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
Έρχεται λοιπόν εις πόλιν της Σαμαρείας λεγομένην Σιχάρ, πλησίον του αγρού, τον οποίον έδωκεν ο Ιακώβ εις τον Ιωσήφ τον υιόν αυτού.
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
Ήτο δε εκεί πηγή του Ιακώβ. Ο Ιησούς λοιπόν κεκοπιακώς εκ της οδοιπορίας εκάθητο ούτως εις την πηγήν. Ώρα ήτο περίπου έκτη.
7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν.
Έρχεται γυνή τις εκ της Σαμαρείας, διά να αντλήση ύδωρ. Λέγει προς αυτήν ο Ιησούς· Δος μοι να πίω.
8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
Διότι οι μαθηταί αυτού είχον υπάγει εις την πόλιν, διά να αγοράσωσι τροφάς.
9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
Λέγει λοιπόν προς αυτόν η γυνή η Σαμαρείτις· Πως συ, Ιουδαίος ων, ζητείς να πίης παρ' εμού, ήτις είμαι γυνή Σαμαρείτις; Διότι δεν συγκοινωνούσιν οι Ιουδαίοι με τους Σαμαρείτας.
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
Απεκρίθη ο Ιησούς και είπε προς αυτήν· Εάν ήξευρες την δωρεάν του Θεού, και τις είναι ο λέγων σοι, Δος μοι να πίω, συ ήθελες ζητήσει παρ' αυτού, και ήθελε σοι δώσει ύδωρ ζων.
11 λέγει αὐτῷ Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
Λέγει προς αυτόν η γυνή· Κύριε, ούτε άντλημα έχεις, και το φρέαρ είναι βαθύ· πόθεν λοιπόν έχεις το ύδωρ το ζων;
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
μήπως συ είσαι μεγαλήτερος του πατρός ημών Ιακώβ, όστις έδωκεν εις ημάς το φρέαρ, και αυτός έπιεν εξ αυτού και οι υιοί αυτού και τα θρέμματα αυτού;
13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
Απεκρίθη ο Ιησούς και είπε προς αυτήν· Πας όστις πίνει εκ του ύδατος τούτου θέλει διψήσει πάλιν·
14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
όστις όμως πίη εκ του ύδατος, το οποίον εγώ θέλω δώσει εις αυτόν, δεν θέλει διψήσει εις τον αιώνα, αλλά το ύδωρ, το οποίον θέλω δώσει εις αυτόν, θέλει γείνει εν αυτώ πηγή ύδατος αναβλύζοντος εις ζωήν αιώνιον. (aiōn g165, aiōnios g166)
15 λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
Λέγει προς αυτόν η γυνή· Κύριε, δος μοι τούτο το ύδωρ, διά να μη διψώ μηδέ να έρχωμαι εδώ να αντλώ.
16 λέγει αὐτῇ Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
Λέγει προς αυτήν ο Ιησούς· Ύπαγε, κάλεσον τον άνδρα σου και ελθέ εδώ.
17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω·
Απεκρίθη η γυνή και είπε· Δεν έχω άνδρα. Λέγει προς αυτήν ο Ιησούς· Καλώς είπας ότι δεν έχω άνδρα·
18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
διότι πέντε άνδρας έλαβες, και εκείνος, τον οποίον έχεις τώρα, δεν είναι ανήρ σου· τούτο αληθές είπας.
19 λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
Λέγει προς αυτόν η γυνή· Κύριε, βλέπω ότι συ είσαι προφήτης.
20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
Οι πατέρες ημών εις τούτο το όρος προσεκύνησαν, και σεις λέγετε ότι εν τοις Ιεροσολύμοις είναι ο τόπος όπου πρέπει να προσκυνώμεν.
21 λέγει αὐτῇ ὁ Ἰησοῦς Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί.
Λέγει προς αυτήν ο Ιησούς· Γύναι, πίστευσόν μοι ότι έρχεται ώρα, ότε ούτε εις το όρος τούτο ούτε εις τα Ιεροσόλυμα θέλετε προσκυνήσει τον Πατέρα.
22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν·
Σεις προσκυνείτε εκείνο το οποίον δεν εξεύρετε, ημείς προσκυνούμεν εκείνο το οποίον εξεύρομεν, διότι η σωτηρία είναι εκ των Ιουδαίων.
23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν·
Πλην έρχεται ώρα, και ήδη είναι, ότε οι αληθινοί προσκυνηταί θέλουσι προσκυνήσει τον Πατέρα εν πνεύματι και αληθεία· διότι ο Πατήρ τοιούτους ζητεί τους προσκυνούντας αυτόν.
24 Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Ο Θεός είναι Πνεύμα, και οι προσκυνούντες αυτόν εν πνεύματι και αληθεία πρέπει να προσκυνώσι.
25 λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
Λέγει προς αυτόν η γυνή· Εξεύρω ότι έρχεται ο Μεσσίας, ο λεγόμενος Χριστός· όταν έλθη εκείνος, θέλει αναγγείλει εις ημάς πάντα.
26 λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
Λέγει προς αυτήν ο Ιησούς· Εγώ είμαι, ο λαλών σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς ἢ τί λαλεῖς μετ’ αὐτῆς;
Και επάνω εις τούτο ήλθον οι μαθηταί αυτού και εθαύμασαν ότι ελάλει μετά γυναικός· ουδείς όμως είπε, Τι ζητείς; ή Τι λαλείς μετ' αυτής;
28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις
Αφήκε λοιπόν η γυνή την υδρίαν αυτής και υπήγεν εις την πόλιν και λέγει προς τους ανθρώπους·
29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
Έλθετε να ίδητε άνθρωπον, όστις μοι είπε πάντα όσα έπραξα· μήπως ούτος είναι ο Χριστός;
30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
Εξήλθον λοιπόν εκ της πόλεως και ήρχοντο προς αυτόν.
31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββεί, φάγε.
Εν δε τω μεταξύ οι μαθηταί παρεκάλουν αυτόν λέγοντες· Ραββί, φάγε.
32 ὁ δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
Ο δε είπε προς αυτούς. Εγώ έχω φαγητόν να φάγω, το οποίον σεις δεν εξεύρετε.
33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
Έλεγον λοιπόν οι μαθηταί προς αλλήλους· Μήπως τις έφερε προς αυτόν να φάγη;
34 λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
Λέγει προς αυτούς ο Ιησούς· Το εμόν φαγητόν είναι να πράττω το θέλημα του πέμψαντός με και να τελειώσω το έργον αυτού.
35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη
Δεν λέγετε σεις ότι τέσσαρες μήνες είναι έτι και ο θερισμός έρχεται; Ιδού, σας λέγω, υψώσατε τους οφθαλμούς σας και ίδετε τα χωράφια, ότι είναι ήδη λευκά προς θερισμόν.
36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. (aiōnios g166)
Και ο θερίζων λαμβάνει μισθόν και συνάγει καρπόν εις ζωήν αιώνιον, διά να χαίρη ομού και ο σπείρων και ο θερίζων. (aiōnios g166)
37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
Διότι κατά τούτο αληθεύει ο λόγος, ότι άλλος είναι ο σπείρων και άλλος ο θερίζων.
38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Εγώ σας απέστειλα να θερίζητε εκείνο, εις το οποίον σεις δεν εκοπιάσατε· άλλοι εκοπίασαν, και σεις εισήλθετε εις τον κόπον αυτών.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα.
Εξ εκείνης δε της πόλεως πολλοί των Σαμαρειτών επίστευσαν εις αυτόν διά τον λόγον της γυναικός, μαρτυρούσης ότι μοι είπε πάντα όσα έπραξα.
40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
Καθώς λοιπόν ήλθον προς αυτόν οι Σαμαρείται, παρεκάλουν αυτόν να μείνη παρ' αυτοίς· και έμεινεν εκεί δύο ημέρας.
41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
Και πολύ πλειότεροι επίστευσαν διά τον λόγον αυτού,
42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.
και προς την γυναίκα έλεγον, ότι δεν πιστεύομεν πλέον διά τον λόγον σου· επειδή ημείς ηκούσαμεν, και γνωρίζομεν ότι ούτος είναι αληθώς ο Σωτήρ του κόσμου, ο Χριστός.
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
Μετά δε τας δύο ημέρας εξήλθεν εκείθεν και υπήγεν εις την Γαλιλαίαν.
44 αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
Διότι αυτός ο Ιησούς εμαρτύρησεν ότι προφήτης εν τη πατρίδι αυτού δεν έχει τιμήν.
45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
Ότε λοιπόν ήλθεν εις την Γαλιλαίαν, εδέχθησαν αυτόν οι Γαλιλαίοι, ιδόντες πάντα όσα έκαμεν εν Ιεροσολύμοις κατά την εορτήν· διότι και αυτοί ήλθον εις την εορτήν.
46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ·
Ήλθε λοιπόν ο Ιησούς πάλιν εις την Κανά της Γαλιλαίας, όπου έκαμε το ύδωρ οίνον. Και ήτο τις βασιλικός άνθρωπος, του οποίου ο υιός ησθένει εν Καπερναούμ·
47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν.
ούτος ακούσας ότι ο Ιησούς ήλθεν εκ της Ιουδαίας εις την Γαλιλαίαν, υπήγε προς αυτόν και παρεκάλει αυτόν να καταβή και να ιατρεύση τον υιόν αυτού· διότι έμελλε να αποθάνη.
48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
Είπε λοιπόν ο Ιησούς προς αυτόν· Εάν δεν ίδητε σημεία και τέρατα, δεν θέλετε πιστεύσει.
49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
Λέγει προς αυτόν ο βασιλικός· Κύριε, κατάβα πριν αποθάνη το παιδίον μου.
50 λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
Λέγει προς αυτόν ο Ιησούς· Ύπαγε, ο υιός σου ζη. Και επίστευσεν ο άνθρωπος εις τον λόγον, τον οποίον είπε προς αυτόν ο Ιησούς, και ανεχώρει.
51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
Ενώ δε ούτος ήδη κατέβαινεν, απήντησαν αυτόν οι δούλοι αυτού και απήγγειλαν λέγοντες ότι ο υιός σου ζη.
52 ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
Ηρώτησε λοιπόν αυτούς την ώραν, καθ' ην έγεινε καλήτερα. Και είπον προς αυτόν ότι Χθες την εβδόμην ώραν αφήκεν αυτόν ο πυρετός.
53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
Ενόησε λοιπόν ο πατήρ ότι έγεινε τούτο κατ' εκείνην την ώραν, καθ' ην ο Ιησούς είπε προς αυτόν ότι Ο υιός σου ζή· και επίστευσεν αυτός και όλη η οικία αυτού.
54 Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
Τούτο πάλιν δεύτερον θαύμα έκαμεν ο Ιησούς, αφού ήλθεν εκ της Ιουδαίας εις την Γαλιλαίαν.

< Κατα Ιωαννην 4 >