< Κατα Ιωαννην 2 >

1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
अनन्तरं त्रुतीयदिवसे गालील् प्रदेशिये कान्नानाम्नि नगरे विवाह आसीत् तत्र च यीशोर्माता तिष्ठत्।
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
तस्मै विवाहाय यीशुस्तस्य शिष्याश्च निमन्त्रिता आसन्।
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσιν.
तदनन्तरं द्राक्षारसस्य न्यूनत्वाद् यीशोर्माता तमवदत् एतेषां द्राक्षारसो नास्ति।
4 καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
तदा स तामवोचत् हे नारि मया सह तव किं कार्य्यं? मम समय इदानीं नोपतिष्ठति।
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
ततस्तस्य माता दासानवोचद् अयं यद् वदति तदेव कुरुत।
6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
तस्मिन् स्थाने यिहूदीयानां शुचित्वकरणव्यवहारानुसारेणाढकैकजलधराणि पाषाणमयानि षड्वृहत्पात्राणिआसन्।
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
तदा यीशुस्तान् सर्व्वकलशान् जलैः पूरयितुं तानाज्ञापयत्, ततस्ते सर्व्वान् कुम्भानाकर्णं जलैः पर्य्यपूरयन्।
8 καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. οἱ δὲ ἤνεγκαν.
अथ तेभ्यः किञ्चिदुत्तार्य्य भोज्याधिपातेःसमीपं नेतुं स तानादिशत्, ते तदनयन्।
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
अपरञ्च तज्जलं कथं द्राक्षारसोऽभवत् तज्जलवाहकादासा ज्ञातुं शक्ताः किन्तु तद्भोज्याधिपो ज्ञातुं नाशक्नोत् तदवलिह्य वरं संम्बोद्यावदत,
10 καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
लोकाः प्रथमं उत्तमद्राक्षारसं ददति तषु यथेष्टं पितवत्सु तस्मा किञ्चिदनुत्तमञ्च ददति किन्तु त्वमिदानीं यावत् उत्तमद्राक्षारसं स्थापयसि।
11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
इत्थं यीशुर्गालीलप्रदेशे आश्चर्य्यकार्म्म प्रारम्भ निजमहिमानं प्राकाशयत् ततः शिष्यास्तस्मिन् व्यश्वसन्।
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
ततः परम् स निजमात्रुभ्रात्रुस्शिष्यैः सार्द्ध्ं कफर्नाहूमम् आगमत् किन्तु तत्र बहूदिनानि आतिष्ठत्।
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
तदनन्तरं यिहूदियानां निस्तारोत्सवे निकटमागते यीशु र्यिरूशालम् नगरम् आगच्छत्।
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,
ततो मन्दिरस्य मध्ये गोमेषपारावतविक्रयिणो वाणिजक्ष्चोपविष्टान् विलोक्य
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέτρεψεν,
रज्जुभिः कशां निर्म्माय सर्व्वगोमेषादिभिः सार्द्धं तान् मन्दिराद् दूरीकृतवान्।
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.
वणिजां मुद्रादि विकीर्य्य आसनानि न्यूब्जीकृत्य पारावतविक्रयिभ्योऽकथयद् अस्मात् स्थानात् सर्वाण्येतानि नयत, मम पितुगृहं वाणिज्यगृहं मा कार्ष्ट।
17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
तस्मात् तन्मन्दिरार्थ उद्योगो यस्तु स ग्रसतीव माम्। इमां शास्त्रीयलिपिं शिष्याःसमस्मरन्।
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
ततः परम् यिहूदीयलोका यीषिमवदन् तवमिदृशकर्म्मकरणात् किं चिह्नमस्मान् दर्शयसि?
19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
ततो यीशुस्तानवोचद् युष्माभिरे तस्मिन् मन्दिरे नाशिते दिनत्रयमध्येऽहं तद् उत्थापयिष्यामि।
20 εἶπαν οὖν οἱ Ἰουδαῖοι Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
तदा यिहूदिया व्याहार्षुः, एतस्य मन्दिरस निर्म्माणेन षट्चत्वारिंशद् वत्सरा गताः, त्वं किं दिनत्रयमध्ये तद् उत्थापयिष्यसि?
21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
किन्तु स निजदेहरूपमन्दिरे कथामिमां कथितवान्।
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
स यदेतादृशं गदितवान् तच्छिष्याः श्मशानात् तदीयोत्थाने सति स्मृत्वा धर्म्मग्रन्थे यीशुनोक्तकथायां च व्यश्वसिषुः।
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·
अनन्तरं निस्तारोत्सवस्य भोज्यसमये यिरूशालम् नगरे तत्क्रुताश्चर्य्यकर्म्माणि विलोक्य बहुभिस्तस्य नामनि विश्वसितं।
24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
किन्तु स तेषां करेषु स्वं न समर्पयत्, यतः स सर्व्वानवैत्।
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
स मानवेषु कस्यचित् प्रमाणं नापेक्षत यतो मनुजानां मध्ये यद्यदस्ति तत्तत् सोजानात्।

< Κατα Ιωαννην 2 >