< Κατα Ιωαννην 13 >
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
逾越节前一天,耶稣知道自己时候已到,将会离开这世界,回到天父那里去。他爱这世上追随他的人,现在他将显示对他们所有的爱。
2 καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,
吃晚饭的时候,魔鬼已经把出卖耶稣的念头植入西门的儿子——加略人犹大的心里。
3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
耶稣知道天父的权力掌控了一切,他知道自己来自上帝,也将回到上帝。
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
于是他站起身,脱去外衣,在腰上扎了一条毛巾。
5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
然后倒了一盆水,开始给门徒们洗脚,用腰上的毛巾擦干。
6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
轮到彼得时,他问到:“主啊,你要给我洗脚吗?”
7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
耶稣回答:“你现在并不知道我在为你做什么,但总有一天会明白。”
8 λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. (aiōn )
彼得说:“不!不要洗我的脚!”耶稣回答:“如果我不为你洗脚,你和我就没有任何关系了。” (aiōn )
9 λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
彼得说:“主啊,那就不要只是洗我的脚,连我的手和头也都洗吧!”
10 λέγει αὐτῷ Ἰησοῦς Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.
耶稣回答:“洗过澡的人只要洗脚就能获得全身的洁净。你们是洁净的,但并非人人如此。”
11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.
因为耶稣知道谁出卖了他,所以他说“但并非人人如此。”
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν;
耶稣洗完了门徒们的脚,穿上外衣回到座位上坐下,对他们说:“你们理解我为你们所做的一切吗?
13 ὑμεῖς φωνεῖτέ με Ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
你们称呼我‘老师’和‘主’,这样称呼没错,我本来就是。
14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
如果作为主和你们的老师,仍然为你们洗脚,你们也应当为彼此洗脚。
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
我为你们做出榜样,希望你们也能做我所做的事情。
16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
实话实说,仆人不能高于主人,奉命行事之人不能高过派遣他之人。
17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
既然你们已经理解了这些事,付诸行动就会有福报。
18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
但我并不是说你们所有人,我知道自己选择的那些人,但是经文中说:‘与我一起用餐的人会背叛我’,这句话将会应验。
19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
我在事情还没有发生之前告诉你们,因为当它发生的时候,你们就会相信我是谁。
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
告诉你们实话,迎接我所派遣的人,就是迎接我,迎接我,就是迎接派我来此之人。”
21 Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
耶稣说完这番话,深感难过,于是大声说:“告诉你们实话,你们中间有一个人要出卖我。”
22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
门徒们看着彼此,不知道他所指是谁。
23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
耶稣所爱的那名门徒坐在他身边,侧身靠近耶稣。
24 νεύει οὖν τούτῳ Σίμων Πέτρος καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει.
彼得向他示意,让他询问耶稣这个叛徒到底是谁。
25 ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν;
于是那个门徒倾斜身体贴近耶稣,问到:“主啊,是谁呢?”
26 ἀποκρίνεται οὖν ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
耶稣回答:“我蘸一小块饼,把它给谁就是那个人了。”
27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον.
于是他蘸了一小块饼,递给加略人西门的儿子犹大。犹大接过饼以后,撒旦就进入他的身体。耶稣对他说:“你想做什么,快去做吧。”
28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
在座众人都不知道耶稣为什么这样对犹大说话。
29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
由于犹大负责管钱,所以有人以为耶稣是叫他去购买逾越节所需用品,或是拿点东西去接济穷人。
30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
犹大吃了饼后立刻就离开,走进了一片黑夜。
31 Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
他离开后,耶稣就说:“现在人子已获得荣耀,上帝也通过人子获得荣耀,
32 εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
上帝如果通过人子获得荣耀,也将会让人子获得荣耀,并且会立刻这么做。
33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
我的孩子们,我与你们在一起的时候不多了。你们会寻找我,但我要把对犹太人所说的告诉你们:‘我去的地方,你们不能去。’
34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
我现在要给你们一个新命令:要爱彼此,要像我爱你们的方式爱彼此。
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
如果你们爱彼此,你就是向所有人证明,你们是我的门徒。”
36 Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
彼得对耶稣说:“主啊,你要去哪里?”耶稣回答:“我去的地方,你现在无法跟随,但今后会跟上我。”
37 λέγει αὐτῷ Πέτρος Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
彼得说:“主啊,为什么我现在不能跟随你?为了你,要我放弃生命也可以!”
38 ἀποκρίνεται Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.
耶稣说:“你愿意为我放弃生命吗?告诉你实话,鸡叫之前,你一定会有三次不认我。”