< Ιακωβου 5 >

1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
Do now, ye riche men, wepe ye, yellinge in youre wretchidnessis that schulen come to you.
2 ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
Youre richessis ben rotun, and youre clothis ben etun of mouytis.
3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Youre gold and siluer hath rustid, and the rust of hem schal be to you in to witnessyng, and schal ete youre fleischis, as fier. Ye han tresourid to you wraththe in the last daies.
4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθαν.
Lo! the hire of youre werke men, that repiden youre feeldis, which is fraudid of you, crieth; and the cry of hem hath entrid in to the eeris of the Lord of oostis.
5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
Ye han ete on the erthe, and in youre letcheries ye han nurschid youre hertis. In the dai of sleyng ye brouyten,
6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
and slowen the iust man, and he ayenstood not you.
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
Therfor, britheren, be ye pacient, til to the comyng of the Lord. Lo! an erthetilier abidith preciouse fruyt of the erthe, paciently suffrynge, til he resseyue `tymeful and lateful fruyt.
8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν.
And be ye pacient, and conferme ye youre hertis, for the comyng of the Lord schal neiye.
9 μὴ στενάζετε, ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Britheren, nyle ye be sorewful ech to other, that ye be not demed. Lo! the iuge stondith niy bifor the yate.
10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου.
Britheren, take ye ensaumple of yuel goyng out, and of long abidyng, and trauel, and of pacience, the prophetis, that speken to you in the name of the Lord.
11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
Lo! we blessen hem that suffriden. Ye herden the `suffring, ethir pacience, of Joob, and ye sayn the ende of the Lord, for the Lord is merciful, and doynge merci.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναί, καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
Bifor alle thingis, my britheren, nyle ye swere, nether bi heuene, nether bi erthe, nethir bi what euere other ooth. But be youre word Yhe, yhe, Nay, nay, that ye fallen not vndir doom.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
And if ony of you is sorewful, preye he with pacient soule, and seie he a salm.
14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου.
If ony of you is sijk, lede he in preestis of the chirche, and preie thei for hym, and anoynte with oile in the name of the Lord;
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
and the preier of feith schal saue the sijk man, and the Lord schal make hym liyt; and if he be in synnes, thei schulen be foryouun to hym.
16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας, καὶ προσεύχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Therfor knouleche ye ech to othere youre synnes, and preye ye ech for othere, that ye be sauyd. For the contynuel preyer of a iust man is myche worth.
17 Ἠλείας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
Elye was a deedli man lijk vs, and in preier he preiede, that it schulde not reyne on the erthe, and it reynede not thre yeeris and sixe monethis.
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
And eftsoone he preiede, and heuene yaf reyn, and the erthe yaf his fruyt.
19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
And, britheren, if ony of you errith fro trewthe, and ony conuertith hym,
20 γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
he owith to wite, that he that makith a synner to be turned fro the errour of his weye, schal saue the soule of hym fro deth, and keuereth the multitude of synnes.

< Ιακωβου 5 >