< Προς Εβραιους 5 >

1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
For every high priest who is from among men, on the behalf of men, standeth over those things which are of Aloha, to offer oblation and sacrifices for sins:
2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
and (is one) who can humble himself, and suffer with those who know not and err, since he also himself with infirmity is clothed.
3 καὶ δι’ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.
And on this account he is obligated as on the behalf of the people, so (also) for himself, to offer up for his sins.
4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθώσπερ καὶ Ἀαρών.
Yet no man to himself taketh the honour, but he who is called by Aloha, as of Aharun.
5 Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
Thus also the Meshiha glorified not himself to be a High Priest; but He who said to him, Thou art my Son, I to-day have begotten thee.
6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. (aiōn g165)
So, too, in another place he saith, Thou art the Priest for ever, after the likeness of Malki-Zedek. (aiōn g165)
7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
When also with flesh he had been clothed, prayer and supplication, with a powerful cry, and with tears, he offered up unto Him who was able from death to revive him, and was heard.
8 καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν,
And though he was the Son, yet from the fear and the sufferings which he sustained he learned obedience.
9 καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, (aiōnios g166)
And so was he perfected, and became unto all them who obey him the Cause of eternal salvation; (aiōnios g166)
10 προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
and was named by God, The High Priest after the likeness of Malki-Zedek.
11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
But concerning this Malki-Zedek himself, we have much discourse to utter, and hard to explain, because ye are infirm in your hearing.
12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
For ye ought to be teachers, on account of the time by you in learning; but now ye have need again to be taught those which are the first scriptures of the beginningwords of Aloha; and need have ye for milk, and not for solid food.
13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
But every one whose food is milk is not versed in the doctrine of righteousness, because he is a babe.
14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
But for the perfect is solid food; those, (namely, ) who, because exercised, have trained their senses to distinguish the good and the evil.

< Προς Εβραιους 5 >