< Προς Γαλατας 5 >

1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Stand firm in the liberty with which Christ made us free, and be not again bound fast to the yoke of bondage.
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
Behold, I Paul say to you, that if ye are circumcised, Christ will profit you nothing;
3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
yea, I testify again to every one who becometh circumcised, that he is bound to keep the whole Law.
4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
Ye are entirely separated from Christ, who seek to obtain righteousness through the Law; ye have fallen away from grace.
5 ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
For we through the Spirit by faith steadfastly wait for the hope of righteousness.
6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
For in Christ Jesus neither circumcision availeth anything, nor uncircumcision; but faith working by love.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;
Ye were running well; who hindered you, that ye should not obey the truth?
8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
This persuasion came not from him that called you.
9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
A little leaven leaveneth the whole lump.
10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.
I indeed have confidence in regard to you in the Lord, that ye will be no otherwise minded; but he that troubleth you shall bear his judgment, whoever he may be.
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
But as for me, brethren, if I still preach circumcision, why do I still suffer persecution? Then hath the cross ceased to be a stumbling-block.
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Would that they who unsettle you would quite cut themselves off!
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
For ye, brethren, were called to liberty; only use not your liberty for an occasion to the flesh, but by your love serve one another.
14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
For the whole Law is fulfilled in one commandment, even in this “Thou shalt love thy neighbor as thyself.”
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.
But if ye bite and devour one another, beware lest ye be consumed by one another.
16 Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
But I say, Walk by the Spirit, and ye will not fulfill the desires of the flesh.
17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.
For the flesh hath desires against the Spirit, and the Spirit against the flesh; and these oppose one another, that ye may not do the things that ye would.
18 εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
But if ye are led by the Spirit, ye are not under the Law.
19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
Now the works of the flesh are manifest; such as fornication, uncleanness, wantonness,
20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
idolatry, sorcery, hatreds, strife, rivalry, outbursts of wrath, cabals, divisions, factions,
21 φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
envyings, drunkenness, revelings, and things like these; of which I tell you beforehand, as I also told you in time past, that they who practise such things shall not inherit the kingdom of God.
22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
But the fruit of the Spirit is love, joy, peace, long-suffering, kindness, goodness, faithfulness,
23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
meekness, temperance; against such things as these there is no law.
24 οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
And they who belong to Christ Jesus crucified the flesh with the passions and lusts.
25 Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.
If we live by the Spirit, let us also walk by the Spirit.
26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Let us not become vain-glorious, provoking one another, envying one another.

< Προς Γαλατας 5 >