< Προς Εφεσιους 5 >
1 γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά,
Be therefore imitators of God, as beloved children;
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
and walk in love, as Christ also loved you, and gave himself for you an offering and a sacrifice to God, of a sweet odor.
3 Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
But fornication, and all uncleanness, or covetousness, let it not even be named among you, as becometh saints,
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
neither obscenity, nor foolish talking, nor indecent jesting, which are not becoming; but rather giving of thanks.
5 τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
For of this ye are sure, since ye know that no whore-monger, nor unclean person, nor covetous man, who is an idolater, hath an inheritance in the kingdom of Christ and God.
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Let no one deceive you with vain words; for because of these things the wrath of God cometh upon the sons of disobedience.
7 μὴ οὖν γίνεσθε συνμέτοχοι αὐτῶν·
Be not therefore partakers with them.
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
For ye were once darkness, but now ye are light in the Lord. Walk as children of light,
9 —ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
—for the fruit of the light is in all goodness, and righteousness, and truth, —
10 —δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ,
proving what is acceptable to the Lord;
11 καὶ μὴ συνκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
and have no fellowship with the unfruitful works of darkness, but rather even reprove them.
12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
For the things done in secret by them it is a shame even to speak of.
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
But all things, when reproved, are made manifest by the light; for whatever maketh manifest is light.
14 διὸ λέγει Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Wherefore he saith, “Awake, thou that sleepest, and arise from the dead, and Christ will give thee light.”
15 Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
See then that ye walk circumspectly; not as unwise men, but as wise;
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
buying up for yourselves opportunities, because the days are evil.
17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου.
Wherefore be not unwise, but understanding what the will of the Lord is.
18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι,
And be not drunk with wine, in which is dissoluteness, but be filled with the Spirit,
19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
speaking to one another in psalms, and hymns, and spiritual songs, singing and making melody in your heart to the Lord;
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί,
giving thanks always for all things to God, the Father, in the name of our Lord Jesus Christ,
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
submitting yourselves one to another in the fear of Christ.
22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ Κυρίῳ,
Wives, submit yourselves to your own husbands, as to the Lord;
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
for the husband is the head of the wife, even as Christ is the head of the church, —he, who is the Saviour of the body.
24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
But as the church is subject to Christ, so let wives be to their husbands in everything.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
Husbands, love your wives, as Christ also loved the church, and gave himself up for it,
26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
that he might sanctify it, having cleansed it by the bath of the water in the word;
27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
that he himself might present to himself the church, glorious, having no spot or wrinkle, or any such thing, but that it should be holy and without blemish.
28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
In like manner husbands ought to love their own wives as their own bodies. He that loveth his own wife loveth himself;
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,
for no one ever yet hated his own flesh, but nourisheth and cherisheth it, even as Christ doth the church;
30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
for we are members of his body, of his flesh, and of his bones.
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
“For this cause shall a man leave father and mother, and shall cleave to his wife, and they two shall be one flesh.”
32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
This mystery is a great one; but I am speaking of Christ and of the church.
33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
However, do ye also severally love each one his own wife as himself; and let the wife see that she reverence her husband.