< Πραξεις 13 >
1 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
Now there were in Antioch, in the Church there--as Prophets and teachers--barnabas, Symeon surnamed 'the black,' Lucius the Cyrenaean, Manaen (who was Herod the Tetrarch's foster-brother), and Saul.
2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς·
While they were worshipping the Lord and fasting, the Holy Spirit said, "Set apart for Me, now at once, Barnabas and Saul, for the work to which I have called them."
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
So, after fasting and prayer and the laying on of hands, they let them go.
4 Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκιαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον,
They therefore, being thus sent out by the Holy Spirit, went down to Seleuceia, and from there sailed to Cyprus.
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάνην ὑπηρέτην.
Having reached Salamis, they began to announce God's Message in the synagogues of the Jews. And they had John as their assistant.
6 διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
When they had gone through the whole length of the island as far as Paphos, they there met with a Jewish magician and false prophet, Bar-Jesus by name,
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
who was a friend of the Proconsul Sergius Paulus. The Proconsul was a man of keen intelligence. He sent for Barnabas and Saul, and asked to be told God's Message.
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
But Elymas (or 'the Magician,' for such is the meaning of the name) opposed them, and tried to prevent the Proconsul from accepting the faith.
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου ἀτενίσας εἰς αὐτὸν
Then Saul, who is also called Paul, was filled with the Holy Spirit, and, fixing his eyes on Elymas,
10 εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας;
said, "You who are full of every kind of craftiness and unscrupulous cunning--you son of the Devil and foe to all that is right--will you never cease to misrepresent the straight paths of the Lord?
11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
The Lord's hand is now upon you, and you will be blind for a time and unable to see the light of day." Instantly there fell upon him a mist and a darkness, and, as he walked about, he begged people to lead him by the hand.
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Then the Proconsul, seeing what had happened, believed, being struck with amazement at the teaching of the Lord.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάνης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
From Paphos, Paul and his party put out to sea and sailed to Perga in Pamphylia. John, however, left them and returned to Jerusalem.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
But they themselves, passing through from Perga, came to Antioch in Pisidia. Here, on the Sabbath day, they went into the synagogue and sat down.
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
After the reading of the Law and the Prophets, the Wardens of the synagogue sent word to them. "Brethren," they said, "if you have anything encouraging to say to the people, speak."
16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν Ἄνδρες Ἰσραηλεῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
So Paul rose, and motioning with his hand for silence, said, "Israelites, and you others who fear God, pay attention to me.
17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
The God of this people of Israel chose our forefathers, and made the people great during their stay in Egypt, until with wondrous power He brought them out from that land.
18 καί ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
For a period of about forty years, He fed them, like a nurse, in the Desert.
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
Then, after overthrowing seven nations in the land of Canaan, He divided that country among them as their inheritance for about four hundred and fifty years;
20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου.
and afterwards He gave them judges down to the time of the Prophet Samuel.
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμείν, ἔτη τεσσεράκοντα·
Next they asked for a king, and God gave them Saul the son of Kish, a Benjamite, who reigned forty years.
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
After removing him, He raised up David to be their king, to whom He also bore witness when He said, "'I have found David the son of Jesse, a man I love, who will obey all My commands.'
23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν,
"It is from among David's descendants that God, in fulfilment of His promise, has raised up a Saviour for Israel, even Jesus.
24 προκηρύξαντος Ἰωάνου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
Before the coming of Jesus, John had proclaimed to all the people of Israel a baptism of repentance.
25 ὡς δὲ ἐπλήρου Ἰωάνης τὸν δρόμον, ἔλεγεν Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
But John, towards the end of his career, repeatedly asked the people, "'What do you suppose me to be? I am not the Christ. But there is One coming after me whose sandal I am not worthy to unfasten.'
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
"Brethren, descendants of the family of Abraham, and all among you who fear God, to us has this Message of salvation been sent.
27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
For the people of Jerusalem and their rulers, by the judgement they pronounced on Jesus, have actually fulfilled the predictions of the Prophets which are read Sabbath after Sabbath, through ignorance of those predictions and of Him.
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν·
Without having found Him guilty of any capital offence they urged Pilate to have Him put to death;
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
and when they had carried out everything which had been written about Him, they took Him down from the cross and laid Him in a tomb.
30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
"But God raised Him from the dead.
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
And, after a few days, He appeared to the people who had gone up with Him from Galilee to Jerusalem and are now witnesses concerning Him to the Jews.
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
And we bring you the Good News about the promise made to our forefathers,
33 ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
that God has amply fulfilled it to our children in raising up Jesus; as it is also written in the second Psalm, 'Thou art My Son: to-day I have become Thy Father.'
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά.
And as to His having raised Him from among the dead, never again to be in the position of one soon to return to decay, He speaks thus: 'I will give you the holy and trustworthy promises made to David.'
35 διότι καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
Because in another Psalm also He says, 'Thou wilt not give up Thy Holy One to undergo decay.'
36 Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·
For David, after having been useful to his own generation in accordance with God's purpose, did fall asleep, was gathered to his forefathers, and did undergo decay.
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.
But He whom God raised to life underwent no decay.
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
"Understand therefore, brethren, that through this Jesus forgiveness of sins is announced to you;
39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
and in Him every believer is absolved from all offences, from which you could not be absolved under the Law of Moses.
40 βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις
Beware, then, lest what is spoken in the Prophets should come true of you:
41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
'Behold, you despisers, be astonished and perish, because I am carrying on a work in your time--a work which you will utterly refuse to believe, though it be fully declared to you.'"
42 Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
As Paul and Barnabas were leaving the synagogue, the people earnestly begged to have all this repeated to them on the following Sabbath.
43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
And, when the congregation had broken up, many of the Jews and of the devout converts from heathenism continued with Paul and Barnabas, who talked to them and urged them to hold fast to the grace of God.
44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
On the next Sabbath almost the whole population of the city came together to hear the Lord's Message.
45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.
Seeing the crowds, the Jews, filled with angry jealousy, opposed Paul's statements and abused him.
46 παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπαν Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. (aiōnios )
Then, throwing off all reserve, Paul and Barnabas said, "We were bound to proclaim God's Message to you first. But since you spurn it and judge yourselves to be unworthy of the Life of the Ages--well, we turn to the Gentiles. (aiōnios )
47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
For such is the Lord's command to us. "'I have placed Thee,' He says of Christ, 'as a light to the Gentiles, in order that Thou mayest be a Saviour as far as the remotest parts of the earth.'"
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· (aiōnios )
The Gentiles listened with delight and extolled the Lord's Message; and all who were pre-destined to the Life of the Ages believed. (aiōnios )
49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας.
So the Lord's Message spread through the whole district.
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
But the Jews influenced the gentlewomen of rank who worshipped with them, and also the leading men in the city, and stirred up persecution against Paul and Barnabas and drove them out of the district.
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
But they shook off the dust from their feet as a protest against them and came to Iconium;
52 οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
and as for the disciples, they were more and more filled with joy and with the Holy Spirit.