< Πραξεις 1 >
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
Eshitabu shila eshikulu nasimbile, Theofilo, nahayanjile zyonti zyahandile uYesu abhombe na manyizye,
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
mpaka isiku uYesu lyahejelewe humwanya. Eli lyabhombeshe uYesu nawafumya eamri ashilile hwa Umpepo Ufinjile hwa atumwe bhakwe bhabhasaluye.
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ·
Baada ye mayemba agateswe, abhoneshe ali mwomi ne mbonesyo nyingi zyazyabhoneshe. Hunsiku amalongo gane ahwibhonesezye hwa bhantu bhakwe nayanje ezyeumwe zya Ngulubhi.
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου·
Na patangene nabho abhalajizizye aje bhasahasogole mu Yelusalemu, lelo bhagule edagano zyayanjile, “Zyamwahumvwaga neyanga afume huline
5 ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
aje uYohana abhozya naminzi lelo ane embabhozye nu Mpepo Ufinjile nkazyashila ensiku zishe.”
6 Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Nabhakhomene pandwimo bhahabhuzya, “Aje eshi jibha lwubhabhagomoshezye oumwene a Izraeli?”
7 εἶπεν πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
Umwene ahaga se shinza hulimwe amanye ezyahwibhesheye umwene Ungulubhi.”
8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Lelo mubhaposhe ikhone nawinza hulimwe Umpepo Ufinjile, namwe mwaibha bhaketi bhane, mu Yelusalemu, mu Uyahudi mu Samaria, na humalishilo uwensi.”
9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
Nawayanga ezyo uYesu wabhuha wanyamulwa humwanya nabhamwenya, ibhengo lyakwinshila watega sebhalola na maso gabho.
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
Nulwabhahwenya humwanya kwa makini akienda, ghafula, abhantu bhabhili bhemelela pahati yabho bhakwite amenda amazelu.
11 οἳ καὶ εἶπαν Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Bhaga, “Mwe bhantu bha hu Galilaya, yenu mwimeleye epa?” Muhwenya abhala humwanya? Unu uYesu yamuhulola abhala humwanya ahwenza shesho sha muhulola abhala.
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
Nabhanvwa isho bhaela afume hwigamba lye mizeituni, abhale hu Yerusalemu humwendo wa Sabato.
13 καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάνης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
Nabhafiha bhahabhala hwigulu amatawa gabho bhabhebha. Petro, Yohana, Yakobo, Andrea, Filipo, Thomaso, Batholomayo, Mathayo, Yakobo Omwana wa Alfayo, Simoni Zelote nu Yuda Umwana wa Yakobo.
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Bonti ebho bhabhungene neshi umuntu umo, bhahendelela ne mputo. Bhali na abhashe, uMariamu unyina wa Yesu, nailumbu bhakwe.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι
Ensiku zila uPetro ahimilie pahati pa holo bhala bhahali abhantu 120, ahaga,
16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
Mwe bhantu ehali huje enongwa zya Ngulubhi zitimile, zyayanjile Umpepo Ufinjile hwilomu lya Daudi zyazyayanjile uYuda, yabhalongole bhaala bhabhakete uYesu.
17 ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
Umwene ali pamo nate aposhile ifungu lyakwe elye faida humbombo ene.”
18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
(Neshi umuntu unu akalile ugunda huhela ila eye mbibhi zyakwe nepo ahagwiye abazuhu ivyanda na maula gahafuma na hwitishe.
19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, τοῦτ’ ἔστιν Χωρίον αἵματος.
Bhonti bhabhakhalaga hu Yerusalemu bhuhumvwizye na ieneo elyo hahalyeta itawa hunjango yabho “Akeldama” ugwo “gunda gwi danda.”)
20 γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
“Mushitabu eshe Zaburi shijile, 'Ambe ugunda gwakwe gubhe lisami asahakhale umuntu nkumo;' tikunde, 'Umuntu uwinje ayeje enafasi yakwe eyelongozi.'
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
Elyo lye muhimu aje ulume umoyajendaga pandwimo nate lula uYesu nalihulite nahinjilaga nafume,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάνου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
ahwande lila uYohana na hozyaga abhantu mpaka isiku lila uYesu nahabhushile abhale humwanya, lazima abhe keti we luzyuho pandwimo nate.
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
“Bhabhala hwitagalila alume bhabhili, uYusufu yahetelwe Barnaba, itawa elya mwabho ali yu Yusto, nu Mathiya.
24 καὶ προσευξάμενοι εἶπαν Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
Abene bhalabha bhaga, “Awe, Ngolobhe umenye amoyo gabhantu bhonti tilaaba abhantu yusaluye
25 λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
ahweje enafasi ya Yuda yabhombile embibhi nasogole hulite.”
26 καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Bhakhoma ekula ekula yagwila uMathiya yabhehwelwe pandwemo na bhaala atumwe ilongo nu weka.