< Σοφονίας 3 >
1 Ουαί η παραδεδειγματισμένη και μεμολυσμένη· η πόλις η καταθλίβουσα
ὦ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά
2 Δεν υπήκουσεν εις την φωνήν· δεν εδέχθη διόρθωσιν· δεν ήλπισεν επί τον Κύριον· δεν επλησίασεν εις τον Θεόν αυτής.
οὐκ εἰσήκουσεν φωνῆς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν
3 Οι άρχοντες αυτής είναι εν αυτή λέοντες ωρυόμενοι· οι κριταί αυτής λύκοι της εσπέρας· δεν αφίνουσιν ουδέν διά το πρωΐ.
οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί
4 Οι προφήται αυτής είναι προπετείς, άνθρωποι δόλιοι· οι ιερείς αυτής εβεβήλωσαν το αγιαστήριον, ηθέτησαν τον νόμον.
οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον
5 Ο Κύριος είναι δίκαιος εν μέσω αυτής· δεν θέλει κάμει αδικίαν· κατά πάσαν πρωΐαν φέρει την κρίσιν αυτού εις φως, δεν απολείπει· αλλ' ο διεφθαρμένος δεν γνωρίζει αισχύνην.
ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν
6 Εξωλόθρευσα έθνη· οι πύργοι αυτών είναι ηρημωμένοι· ηρήμωσα τας οδούς αυτών, ώστε να μη υπάρχη διαβαίνων· αι πόλεις αυτών ηφανίσθησαν, ώστε δεν υπάρχει ουδείς κατοικών.
ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους ἠφανίσθησαν γωνίαι αὐτῶν ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν
7 Είπα, Βεβαίως ήθελες με φοβηθή, ήθελες δεχθή παιδείαν, και η κατοικία αυτής δεν ήθελεν εξολοθρευθή, όσον και αν ετιμώρουν αυτήν· πλην αυτοί έσπευσαν να διαφθείρωσι πάσας τας πράξεις αυτών.
εἶπα πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολεθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς πάντα ὅσα ἐξεδίκησα ἐπ’ αὐτήν ἑτοιμάζου ὄρθρισον διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν
8 Διά τούτο προσμένετέ με, λέγει Κύριος, μέχρι της ημέρας καθ' ην εγείρομαι προς λεηλασίαν· διότι η απόφασίς μου είναι να συνάξω τα έθνη, να συναθροίσω τα βασίλεια, να εκχέω επ' αυτά την αγανάκτησίν μου, όλην την έξαψιν της οργής μου· επειδή πάσα η γη θέλει καταναλωθή υπό του πυρός του ζήλου μου.
διὰ τοῦτο ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ
9 Διότι τότε θέλω αποκαταστήσει εις τους λαούς γλώσσαν καθαράν, διά να επικαλώνται πάντες το όνομα του Κυρίου, να δουλεύωσιν αυτόν υπό ένα ζυγόν.
ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα
10 Από του πέραν των ποταμών της Αιθιοπίας οι ικέται μου, η θυγάτηρ των διεσπαρμένων μου, θέλουσι φέρει την προσφοράν μου.
ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν θυσίας μοι
11 Εν τη ημέρα εκείνη δεν θέλεις αισχύνεσθαι διά πάσας τας πράξεις σου, δι' ων ηνόμησας εναντίον μου· διότι τότε θέλω αφαιρέσει εκ μέσου σου τους καυχωμένους εις την μεγαλοπρέπειάν σου, και δεν θέλεις πλέον μεγαλαυχεί κατά του όρους του αγίου μου.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου
12 Και θέλω αφήσει εν μέσω σου λαόν τεθλιμμένον και πτωχόν, και ούτοι θέλουσιν ελπίζει επί το όνομα του Κυρίου.
καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινόν καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου
13 Το υπόλοιπον του Ισραήλ δεν θέλει πράξει ανομίαν ουδέ λαλήσει ψεύδη, ουδέ θέλει ευρεθή εν τω στόματι αυτών γλώσσα δολία· διότι αυτοί θέλουσι βόσκει και πλαγιάζει, και δεν θέλει υπάρχει ο εκφοβών.
οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς
14 Ψάλλε, θύγατερ Σιών· αλαλάξατε, Ισραήλ· τέρπου και ευφραίνου εξ όλης καρδίας, θύγατερ Ιερουσαλήμ.
χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου θύγατερ Ιερουσαλημ
15 Αφήρεσεν ο Κύριος τας κρίσεις σου, απέστρεψε τον εχθρόν σου· βασιλεύς του Ισραήλ είναι ο Κύριος εν μέσω σου· δεν θέλεις πλέον ιδεί κακόν.
περιεῖλεν κύριος τὰ ἀδικήματά σου λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεὺς Ισραηλ κύριος ἐν μέσῳ σου οὐκ ὄψῃ κακὰ οὐκέτι
16 Εν τη ημέρα εκείνη θέλει λεχθή προς την Ιερουσαλήμ, Μη φοβού· Σιών, ας μη εκλύωνται αι χείρές σου.
ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ θάρσει Σιων μὴ παρείσθωσαν αἱ χεῖρές σου
17 Κύριος ο Θεός σου, ο εν μέσω σου, ο δυνατός, θέλει σε σώσει, θέλει ευφρανθή επί σε εν χαρά, θέλει αναπαύεσθαι εις την αγάπην αυτού, θέλει ευφραίνεσθαι εις σε εν άσμασι.
κύριος ὁ θεός σου ἐν σοί δυνατὸς σώσει σε ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς
18 Θέλω συνάξει τους λελυπημένους διά τας επισήμους εορτάς, τους όντας από σου, εις τους οποίους ήτο βάρος ο ονειδισμός.
καὶ συνάξω τοὺς συντετριμμένους οὐαί τίς ἔλαβεν ἐπ’ αὐτὴν ὀνειδισμόν
19 Ιδού, εν τω καιρώ εκείνω θέλω αφανίσει πάντας τους καταθλίβοντάς σε· και θέλω σώσει την χωλαίνουσαν και συνάξει την εξωσμένην· και θέλω καταστήσει αυτούς έπαινον και δόξαν εν παντί τόπω της αισχύνης αυτών.
ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ λέγει κύριος καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ
20 Εν τω καιρώ εκείνω θέλω σας φέρει και εν τω καιρώ εκείνω θέλω σας συνάξει· διότι θέλω σας κάμει ονομαστούς και επαινετούς μεταξύ πάντων των λαών της γης, όταν εγώ αποστρέψω την αιχμαλωσίαν σας έμπροσθεν των οφθαλμών σας, λέγει Κύριος.
καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν καλῶς ὑμῖν ποιήσω καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέξωμαι ὑμᾶς διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν λέγει κύριος