< Σοφονίας 2 >

1 Συνάχθητε και συναθροίσθητε, το έθνος το μη επιθυμητόν,
συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον
2 πριν το ψήφισμα γεννήση το αποτέλεσμα αυτού και η ημέρα παρέλθη ως χνούς, πριν επέλθη εφ' υμάς η έξαψις του Κυρίου, πριν επέλθη εφ' υμάς η ημέρα του θυμού του Κυρίου.
πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ἡμέραν θυμοῦ κυρίου
3 Ζητείτε τον Κύριον, πάντες οι πραείς της γης, οι εκτελέσαντες τας κρίσεις αυτού· ζητείτε δικαιοσύνην, ζητείτε πραότητα, ίσως σκεπασθήτε εν τη ημέρα της οργής του Κυρίου.
ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γῆς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου
4 Διότι η Γάζα θέλει εγκαταλειφθή και η Ασκάλων θέλει ερημωθή· θέλουσιν εκδιώξει την Άζωτον εν καιρώ μεσημβρίας και η Ακκαρών θέλει εκριζωθή.
διότι Γάζα διηρπασμένη ἔσται καὶ Ἀσκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται
5 Ουαί εις τους κατοίκους των παραλίων της θαλάσσης, εις το έθνος των Χερεθαίων· ο λόγος του Κυρίου είναι εναντίον σας, Χαναάν, γη των Φιλισταίων, και θέλω σε αφανίσει, ώστε να μη υπάρχη ο κατοικών.
οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης πάροικοι Κρητῶν λόγος κυρίου ἐφ’ ὑμᾶς Χανααν γῆ ἀλλοφύλων καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας
6 Και το παράλιον της θαλάσσης θέλει είσθαι κατοικίαι και σπήλαια ποιμένων και μάνδραι ποιμνίων.
καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων
7 Και το παράλιον τούτο θέλει είσθαι διά το υπόλοιπον του οίκου Ιούδα· εκεί θέλουσι βόσκει· εν τοις οίκοις της Ασκάλωνος θέλουσι καταλύει το εσπέρας· διότι Κύριος ο Θεός αυτών θέλει επισκεφθή αυτούς και αποστρέψει την αιχμαλωσίαν αυτών.
καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα ἐπ’ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν
8 Ήκουσα τους ονειδισμούς του Μωάβ και τας ύβρεις των υιών Αμμών, διά των οποίων ωνείδιζον τον λαόν μου και εμεγαλύνοντο κατά των ορίων αυτού.
ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου
9 Διά τούτο, Ζω εγώ, λέγει ο Κύριος των δυνάμεων, ο Θεός του Ισραήλ, εξάπαντος ο Μωάβ θέλει είσθαι ως τα Σόδομα και οι υιοί Αμμών ως τα Γόμορρα, τόπος κνίδων και αλυκαί και παντοτεινή ερήμωσις· το υπόλοιπον του λαού μου θέλει λαφυραγωγήσει αυτούς και το υπόλοιπον του έθνους μου θάλει κατακληρονομήσει αυτούς.
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς
10 Τούτο θέλει γείνει εις αυτούς διά την υπερηφανίαν αυτών, διότι ωνείδισαν και εμεγαλύνθησαν κατά του λαού του Κυρίου των δυνάμεων.
αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα
11 Ο Κύριος θέλει είσθαι τρομερός εναντίον αυτών, διότι θέλει εξολοθρεύσει πάντας τους θεούς της γής· και θέλουσι προσκυνήσει αυτόν, έκαστος εκ του τόπου αυτού, πάσαι αι νήσοι των εθνών.
ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν
12 Και σεις, Αιθίοπες, θέλετε διαπερασθή διά της ρομφαίας μου.
καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε
13 Και θέλει εκτείνει την χείρα αυτού κατά του βορρά και αφανίσει την Ασσυρίαν, και θέλει καταστήσει την Νινευή εις αφανισμόν, τόπον άνυδρον ως η έρημος.
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον
14 Και ποίμνια θέλουσι βόσκεσθαι εν μέσω αυτής, πάντα τα ζώα των εθνών· και ο πελεκάν και ο ακανθόχοιρος θέλουσι κατοικεί εν τοις ανωφλίοις αυτής· η φωνή αυτών θέλει ηχήσει εις τα παράθυρα· ερήμωσις θέλει είσθαι εν ταις πύλαις, διότι θέλει γυμνωθή από των κεδρίνων έργων.
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς
15 Αύτη είναι η ευφραινομένη πόλις, η κατοικούσα αμερίμνως, η λέγουσα εν τη καρδία αυτής, Εγώ είμαι και δεν είναι άλλη εκτός εμού. Πως κατεστάθη έρημος, κατάλυμα θηρίων· πας ο διαβαίνων δι' αυτής θέλει συρίξει και κινήσει την χείρα αυτού.
αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς ὁ διαπορευόμενος δῑ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ

< Σοφονίας 2 >