< Σοφονίας 1 >

1 Ο λόγος του Κυρίου, ο γενόμενος προς Σοφονίαν τον υιόν του Χουσεί, υιού του Γεδαλίου, υιού του Αμαρίου υιού του Ιζκίου, εν ταις ημέραις Ιωσίου, υιού του Αμών βασιλέως του Ιούδα.
λόγος κυρίου ὃς ἐγενήθη πρὸς Σοφονιαν τὸν τοῦ Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα
2 Θέλω αφανίσει παντελώς τα πάντα από προσώπου της γης, λέγει Κύριος.
ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς λέγει κύριος
3 Θέλω αφανίσει άνθρωπον και κτήνος θέλω αφανίσει τα πετεινά του ουρανού και τους ιχθύας της θαλάσσης και τα προσκόμματα μετά των ασεβών και θέλω εξολοθρεύσει τον άνθρωπον από προσώπου της γης, λέγει Κύριος.
ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐξαρῶ τοὺς ἀνθρώπους ἀπὸ προσώπου τῆς γῆς λέγει κύριος
4 Και θέλω εκτείνει την χείρα μου επί τον Ιούδαν και επί πάντας τους κατοίκους της Ιερουσαλήμ, και θέλω εξολοθρεύσει το υπόλοιπον του Βάαλ από του τόπου τούτου και το όνομα των ειδωλοθυτών μετά των ιερέων,
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων
5 και τους προσκυνούντας επί των δωμάτων την στρατιάν του ουρανού και τους προσκυνούντας και ομνύοντας εις τον Κύριον και τους ομνύοντας εις τον Μαλχόμ,
καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν
6 και τους εκκλίνοντας από όπισθεν του Κυρίου και τους μη ζητούντας τον Κύριον μηδέ εξερευνώντας αυτόν.
καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου
7 Σιώπα ενώπιον Κυρίου του Θεού, διότι εγγύς είναι η ημέρα του Κυρίου· διότι ο Κύριος ητοίμασε θυσίαν, διώρισε τους κεκλημένους αυτού.
εὐλαβεῖσθε ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ διότι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ὅτι ἡτοίμακεν κύριος τὴν θυσίαν αὐτοῦ ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ
8 Και εν τη ημέρα της θυσίας του Κυρίου θέλω εκδικηθή τους άρχοντας και τα τέκνα του βασιλέως και πάντας τους ενδεδυμένους ενδύματα αλλότρια.
καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια
9 Εν εκείνη τη ημέρα θέλω εκδικηθή και πάντας τους υπερπηδώντας τα κατώφλια, τους γεμίζοντας τους οίκους των κυρίων αυτών εξ αρπαγής και δόλου.
καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοὺς πληροῦντας τὸν οἶκον κυρίου τοῦ θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου
10 Και εν τη ημέρα εκείνη, λέγει Κύριος, θέλει είσθαι θόρυβος κραυγής από της ιχθυϊκής πύλης και ολολυγμός από της πύλης της δευτέρας και συντριμμός μέγας από των λόφων.
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν
11 Ολολύξατε, οι κάτοικοι της Μακτές, διότι εξωλοθρεύθη πας ο λαός ο εμπορικός· κατεκόπησαν πάντες οι φέροντες αργύριον.
θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανααν ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ
12 Και εν τω καιρώ εκείνω θέλω εξερευνήσει την Ιερουσαλήμ με λύχνους και εκδικηθή προς άνδρας τους αναπαυομένους επί την τρυγίαν αυτών, τους λέγοντας εν τη καρδία αυτών, Ο Κύριος δεν θέλει αγαθοποιήσει ουδέ θέλει κακοποιήσει.
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν οὐ μὴ ἀγαθοποιήσῃ κύριος οὐδ’ οὐ μὴ κακώσῃ
13 Διά τούτο τα αγαθά αυτών θέλουσιν είσθαι εις διαρπαγήν και οι οίκοι αυτών εις αφανισμόν, και θέλουσιν οικοδομήσει οικίας και δεν θέλουσι κατοικήσει, και θέλουσι φυτεύσει αμπελώνας και δεν θέλουσι πίει τον οίνον αυτών.
καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν
14 Εγγύς είναι η ημέρα του Κυρίου η μεγάλη, εγγύς, και σπεύδει σφόδρα· φωνή της ημέρας του Κυρίου· πικρώς θέλει φωνάξει εκεί ο ισχυρός.
ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχεῖα σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή
15 Ημέρα οργής η ημέρα εκείνη, ημέρα θλίψεως και στενοχωρίας, ημέρα ερημώσεως και αφανισμού, ημέρα σκότους και γνόφου, ημέρα νεφέλης και ομίχλης,
ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης
16 ημέρα σάλπιγγος και αλαλαγμού κατά των οχυρών πόλεων και κατά των υψηλών πύργων.
ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς
17 Και θέλω καταθλίψει τους ανθρώπους και θέλουσι περιπατεί ως τυφλοί, διότι ημάρτησαν εις τον Κύριον· και το αίμα αυτών θέλει διαχυθή ως κόνις και αι σάρκες αυτών ως κόπρος.
καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύσονται ὡς τυφλοί ὅτι τῷ κυρίῳ ἐξήμαρτον καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα
18 Αλλ' ουδέ το αργύριον αυτών ουδέ το χρυσίον αυτών θέλει δυνηθή να λυτρώση αυτούς εν τη ημέρα της οργής του Κυρίου, και πάσα η γη θέλει καταναλωθή υπό του πυρός του ζήλου αυτού· διότι θέλει κάμει συντέλειαν, μάλιστα ταχείαν, επί πάντας τους κατοικούντας την γην.
καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν

< Σοφονίας 1 >