< Ζαχαρίας 1 >
1 Εν τω ογδόω μηνί, τω δευτέρω έτει του Δαρείου, έγεινε λόγος Κυρίου προς Ζαχαρίαν, τον υιόν του Βαραχίου υιού του Ιδδώ, τον προφήτην, λέγων,
ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
2 Ο Κύριος ωργίσθη μεγάλως επί τους πατέρας σας.
ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην
3 Διά τούτο ειπέ προς αυτούς, Ούτω λέγει ο Κύριος των δυνάμεων· Επιστρέψατε προς εμέ, λέγει ο Κύριος των δυνάμεων, και θέλω επιστρέψει προς εσάς, λέγει ο Κύριος των δυνάμεων.
καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος
4 Μη γίνεσθε ως οι πατέρες σας, προς τους οποίους οι πρότεροι προφήται έκραξαν λέγοντες, Ούτω λέγει ο Κύριος των δυνάμεων. Επιστρέψατε τώρα από των οδών υμών των πονηρών και των πράξεων υμών των πονηρών· και δεν υπήκουσαν και δεν έδωκαν προσοχήν εις εμέ, λέγει Κύριος.
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες τάδε λέγει κύριος παντοκράτωρ ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου λέγει κύριος
5 Οι πατέρες σας που είναι, και οι προφήται μήπως θέλουσι ζήσει εις τον αιώνα;
οἱ πατέρες ὑμῶν ποῦ εἰσιν καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται
6 Αλλ' οι λόγοι μου και τα διατάγματά μου, τα οποία προσέταξα εις τους δούλους μου τους προφήτας, δεν έφθασαν εις τους πατέρας σας; και αυτοί εστράφησαν και είπον, Καθώς ο Κύριος των δυνάμεων εβουλεύθη να κάμη εις ημάς, κατά τας οδούς ημών και κατά τας πράξεις ημών, ούτως έκαμεν εις ημάς.
πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν καὶ ἀπεκρίθησαν καὶ εἶπαν καθὼς παρατέτακται κύριος παντοκράτωρ τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν οὕτως ἐποίησεν ὑμῖν
7 Εν τη εικοστή τετάρτη ημέρα του ενδεκάτου μηνός, όστις είναι ο μην Σαβάτ, εν τω δευτέρω έτει του Δαρείου, έγεινε λόγος Κυρίου προς Ζαχαρίαν τον υιόν του Βαραχίου υιού του Ιδδώ τον προφήτην, λέγων,
τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί οὗτός ἐστιν ὁ μὴν Σαβατ ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
8 Είδον την νύκτα και ιδού, άνθρωπος ιππεύων εφ' ίππου κοκκίνου και ούτος ίστατο μεταξύ των μυρσινών, αίτινες ήσαν εν κοιλώματι· και όπισθεν αυτού, ίπποι κόκκινοι, ποικίλοι και λευκοί.
ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί
9 Και είπα, Κύριέ μου, τι είναι ούτοι; Και είπε προς εμέ ο άγγελος ο λαλών μετ' εμού, Εγώ θέλω σοι δείξει τι είναι ταύτα.
καὶ εἶπα τί οὗτοι κύριε καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα
10 Και ο άνθρωπος ο ιστάμενος μεταξύ των μυρσινών απεκρίθη και είπεν, Ούτοι είναι εκείνοι, τους οποίους ο Κύριος εξαπέστειλε να περιοδεύσωσι την γην.
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν
11 Και απεκρίθησαν προς τον άγγελον του Κυρίου τον ιστάμενον μεταξύ των μυρσινών και είπον, Ημείς περιωδεύσαμεν την γην και ιδού, πάσα η γη κάθηται και ησυχάζει.
καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει
12 Και ο άγγελος του Κυρίου απεκρίθη και είπε, Κύριε των δυνάμεων, έως πότε δεν θέλεις σπλαγχνισθή συ την Ιερουσαλήμ και τας πόλεις του Ιούδα κατά των οποίων ηγανάκτησας τα εβδομήκοντα ταύτα έτη;
καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος
13 Και ο Κύριος απεκρίθη προς τον άγγελον τον λαλούντα μετ' εμού λόγους καλούς λόγους παρηγορητικούς.
καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς
14 Και είπε προς εμέ ο άγγελος ο λαλών μετ' εμού, Φώνησον, λέγων, Ούτω λέγει ο Κύριος των δυνάμεων· Είμαι ζηλότυπος διά την Ιερουσαλήμ και διά την Σιών εν ζηλοτυπία μεγάλη·
καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν
15 και είμαι σφόδρα ωργισμένος κατά των εθνών των αμεριμνούντων· διότι ενώ εγώ ωργίσθην ολίγον, αυτά επεβοήθησαν το κακόν.
καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά
16 Διά τούτο ούτω λέγει Κύριος· Εγώ επέστρεψα εις την Ιερουσαλήμ εν οικτιρμοίς· ο οίκός μου θέλει ανοικοδομηθή εν αυτή, λέγει ο Κύριος των δυνάμεων, και σχοινίον θέλει εκτανθή επί την Ιερουσαλήμ.
διὰ τοῦτο τάδε λέγει κύριος ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ λέγει κύριος παντοκράτωρ καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι
17 Φώνησον έτι λέγων, Ούτω λέγει ο Κύριος των δυνάμεων· Αι πόλεις μου ότι θέλουσι πλημμυρήσει από αγαθών και ο Κύριος θέλει παρηγορήσει έτι την Σιών και θέλει εκλέξει πάλιν την Ιερουσαλήμ.
καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
18 Και ύψωσα τους οφθαλμούς μου και είδον και ιδού, τέσσαρα κέρατα·
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα
19 και είπα προς τον άγγελον τον λαλούντα μετ' εμού, Τι είναι ταύτα; Ο δε απεκρίθη προς εμέ, Ταύτα είναι τα κέρατα, τα οποία διεσκόρπισαν τον Ιούδαν, τον Ισραήλ και την Ιερουσαλήμ.
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ
20 Και ο Κύριος έδειξεν εις εμέ τέσσαρας τέκτονας·
καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας
21 και είπα, Τι έρχονται ούτοι να κάμωσι; Και απεκρίθη λέγων, ταύτα είναι τα κέρατα τα οποία διεσκόρπισαν τον Ιούδαν, ώστε ουδείς εσήκωσε την κεφαλήν αυτού· και ούτοι ήλθον διά να φοβίσωσιν αυτά, διά να εκτινάξωσι τα κέρατα των εθνών, τα οποία εσήκωσαν το κέρας εναντίον της γης του Ιούδα διά να διασκορπίσωσιν αυτήν.
καὶ εἶπα τί οὗτοι ἔρχονται ποιῆσαι καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν