< Ζαχαρίας 9 >

1 Το φορτίον του λόγου του Κυρίου κατά της γης Αδράχ και της Δαμασκού, της αναπαύσεως αυτού· διότι του Κυρίου είναι το να εφορά τους ανθρώπους και πάσας τας φυλάς του Ισραήλ·
λῆμμα λόγου κυρίου ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ
2 ότι και κατά της Αιμάθ, ήτις είναι όμορος αυτής, κατά της Τύρου και Σιδώνος, αν και ήναι σοφαί σφόδρα.
καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα
3 Και η Τύρος ωκοδόμησεν εις εαυτήν οχύρωμα και επεσώρευσεν αργύριον ως χώμα και χρυσίον ως πηλόν των οδών.
καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν
4 Ιδού, ο Κύριος θέλει σκυλεύσει αυτήν και θέλει πατάξει εν τη θαλάσση την δύναμιν αυτής, και αυτή θέλει καταναλωθή εν πυρί.
διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται
5 Θέλει ιδεί η Ασκάλων και φοβηθή, και η Γάζα και θέλει λυπηθή σφόδρα, και η Ακκαρών, διότι η προσδοκία αυτής θέλει ματαιωθή· και θέλει απολεσθή ο βασιλεύς εκ της Γάζης και η Ασκάλων δεν θέλει κατοικείσθαι.
ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ
6 Και αλλογενής θέλει καθήσει εν τη Αζώτω, και θέλω καθαιρέσει την υπερηφανίαν των Φιλισταίων.
καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ καὶ καθελῶ ὕβριν ἀλλοφύλων
7 Και θέλω αφαιρέσει το αίμα αυτών από του στόματος αυτών και τα βδελύγματα αυτών από του μέσου των οδόντων αυτών· και ο εναπολειφθείς θέλει είσθαι και αυτός διά τον Θεόν ημών, και θέλει είσθαι ως χιλίαρχος εις τον Ιούδαν· και Ακκαρών θέλει είσθαι ως ο Ιεβουσαίος.
καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ θεῷ ἡμῶν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαῖος
8 Και θέλω στρατοπεδεύσει κύκλω του οίκου μου εναντίον στρατεύματος, εναντίον διαβαίνοντος και εναντίον επιστρέφοντος· και καταδυναστεύων δεν θέλει περάσει πλέον επ' αυτούς· διότι τώρα είδον με τους οφθαλμούς μου.
καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου
9 Χαίρε σφόδρα, θύγατερ Σιών· αλάλαζε, θύγατερ Ιερουσαλήμ· ιδού, ο βασιλεύς σου έρχεται προς σέ· αυτός είναι δίκαιος και σώζων· πραΰς και καθήμενος επί όνου και επί πώλου υιού υποζυγίου.
χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων αὐτός πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον
10 Και θέλω εξολοθρεύσει την άμαξαν από του Εφραΐμ και τον ίππον από της Ιερουσαλήμ και θέλει εξολοθρευθή το τόξον το πολεμικόν, και αυτός θέλει λαλήσει ειρήνην προς τα έθνη, και η εξουσία αυτού θέλει είσθαι από θαλάσσης έως θαλάσσης και από ποταμού έως των περάτων της γης.
καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς
11 Και περί σου, διά το αίμα της διαθήκης σου εγώ εξήγαγον τους δεσμίους σου εκ λάκκου ανύδρου.
καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ
12 Επιστρέψατε εις το οχύρωμα, δέσμιοι της ελπίδος· έτι και σήμερον κηρύττω ότι θέλω ανταποδώσει διπλά εις σε.
καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι
13 Διότι ενέτεινα τον Ιούδαν δι' εμαυτόν ως τόξον· ισχυρώς ενέτεινα τον Εφραΐμ και εξήγειρα τα τέκνα σου, Σιών, κατά των τέκνων σου, Ελλάς· και σε έκαμον ως ρομφαίαν μαχητού.
διότι ἐνέτεινά σε Ιουδα ἐμαυτῷ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ
14 Και ο Κύριος θέλει φανή επ' αυτούς και το βέλος αυτού θέλει εξέλθει ως αστραπή· και Κύριος ο Θεός θέλει σαλπίσει εν σάλπιγγι και θέλει κινηθή με ανεμοστροβίλους του νότου.
καὶ κύριος ἔσται ἐπ’ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ
15 Ο Κύριος των δυνάμεων θέλει υπερασπίζεσθαι αυτούς και θέλουσι καταναλώσει τους εναντίους και καταβάλει με λίθους σφενδόνης και θέλουσι πίει και θορυβήσει ως από οίνου· και θέλουσιν εμπλησθή ως φιάλη και ως αι γωνίαι του θυσιαστηρίου.
κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον
16 Και Κύριος ο Θεός αυτών θέλει σώσει αυτούς εν τη ημέρα εκείνη, ως το ποίμνιον του λαού αυτού, επειδή ως λίθοι διαδήματος θέλουσιν υψωθή επί την γην αυτού.
καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ
17 Διότι πόση είναι η αγαθότης αυτού και πόση η ώραιότης αυτού· ο σίτος θέλει κάμει ευθύμους τους νεανίσκους και το γλεύκος τας παρθένους.
ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους

< Ζαχαρίας 9 >