< Ζαχαρίας 7 >
1 Και εν τω τετάρτω έτει του βασιλέως Δαρείου έγεινε λόγος Κυρίου προς τον Ζαχαρίαν τη τετάρτη του εννάτου μηνός, του Χισλεύ·
καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστιν Χασελευ
2 και εξαπέστειλαν εις τον οίκον του Θεού τον Σαρεσέρ και τον Ρεγέμ-μέλεχ και τους ανθρώπους αυτών, διά να εξιλεώσωσι το πρόσωπον του Κυρίου,
καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον
3 να λαλήσωσι προς τους ιερείς τους εν τω οίκω του Κυρίου των δυνάμεων και προς τους προφήτας, λέγοντες, Να κλαύσω εν τω μηνί τω πέμπτω αποχωρισθείς, καθώς ήδη έκαμον τοσαύτα έτη;
λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
4 Και έγεινε λόγος του Κυρίου των δυνάμεων προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
5 Λάλησον προς πάντα τον λαόν της γης και προς τους ιερείς, λέγων, και επενθείτε εν τω πέμπτω και εν τω εβδόμω μηνί τα εβδομήκοντα εκείνα έτη, ενηστεύετε τωόντι δι' εμέ; δι' εμέ;
εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
6 Και ότε ετρώγετε και ότε επίνετε, δεν ετρώγετε και επίνετε δι' εαυτούς;
καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε
7 δεν είναι ούτοι οι λόγοι, τους οποίους ο Κύριος ελάλησε διά των προτέρων προφητών, ότε η Ιερουσαλήμ ήτο κατωκημένη και εν ευημερία και αι πόλεις αυτής κύκλω εν αυτή, ότε κατωκείτο το μεσημβρινόν και η πεδινή;
οὐχ οὗτοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο
8 Και έγεινε λόγος Κυρίου προς τον Ζαχαρίαν, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
9 Ούτω λέγει ο Κύριος των δυνάμεων, λέγων, Κρίνετε κρίσιν αληθείας και κάμνετε έλεος και οικτιρμόν, έκαστος προς τον αδελφόν αυτού,
τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
10 και μη καταδυναστεύετε την χήραν και τον ορφανόν, τον ξένον και τον πένητα, και μηδείς από σας ας μη βουλεύηται κακόν κατά του αδελφού αυτού εν τη καρδία αυτού.
καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν
11 Αλλ' ηρνήθησαν να προσέξωσι και έστρεψαν νώτα απειθή και εβάρυναν τα ώτα αυτών διά να μη ακούσωσι.
καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
12 Ναι, αυτοί έκαμον τας καρδίας αυτών αδάμαντα, ώστε να μη ακούσωσι τον νόμον και τους λόγους, τους οποίους ο Κύριος των δυνάμεων εξαπέστειλεν εν τω πνεύματι αυτού διά των προτέρων προφητών· διά τούτο ήλθεν οργή μεγάλη παρά του Κυρίου των δυνάμεων.
καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
13 Όθεν καθώς αυτός έκραξε και αυτοί δεν εισήκουον, ούτως αυτοί έκραξαν και εγώ δεν εισήκουον, λέγει ο Κύριος των δυνάμεων·
καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
14 αλλά διεσκόρπισα αυτούς ως δι' ανεμοστροβίλου εις πάντα τα έθνη, τα οποία δεν εγνώριζον. Και ο τόπος ηρημώθη κατόπιν αυτών, ώστε δεν υπήρχεν ο διαβαίνων ουδέ ο επιστρέφων· και έθεσαν την γην την επιθυμητήν εις ερήμωσιν.
καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν