< Ζαχαρίας 5 >
1 Και πάλιν ύψωσα τους οφθαλμούς μου και είδον και ιδού, τόμος πετώμενος.
καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον
2 Και είπε προς εμέ, Τι βλέπεις συ; Και απεκρίθην, Βλέπω τόμον πετώμενον, το μήκος αυτού είκοσι πηχών και το πλάτος αυτού δέκα πηχών.
καὶ εἶπεν πρός με τί σὺ βλέπεις καὶ εἶπα ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα
3 Και είπε προς εμέ, Αύτη είναι η κατάρα η εξερχομένη επί το πρόσωπον πάσης της γής· διότι πας όστις κλέπτει θέλει εξολοθρευθή, ως γράφεται εν αυτώ εντεύθεν· και πας όστις ομνύει θέλει εξολοθρευθή, ως γράφεται εν αυτώ εκείθεν.
καὶ εἶπεν πρός με αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται
4 Θέλω εκφέρει αυτήν, λέγει ο Κύριος των δυνάμεων, και θέλει εισέλθει εις τον οίκον του κλέπτου και εις τον οίκον του ομνύοντος εις το όνομά μου ψευδώς· και θέλει διαμείνει εν μέσω του οίκου αυτού, και θέλει εξολοθρεύσει αυτόν και τα ξύλα αυτού και τους λίθους αυτού.
καὶ ἐξοίσω αὐτό λέγει κύριος παντοκράτωρ καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ
5 Και ο άγγελος ο λαλών μετ' εμού εξήλθε και είπε προς εμέ, Ύψωσον τώρα τους οφθαλμούς σου και ιδέ τι είναι τούτο το εξερχόμενον.
καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο
6 Και είπα, Τι είναι τούτο; Ο δε είπε, τούτο το οποίον εξέρχεται είναι εφά· και είπε, Τούτο είναι η παράστασις αυτών καθ' όλην την γην.
καὶ εἶπα τί ἐστιν καὶ εἶπεν τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον καὶ εἶπεν αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ
7 Και ιδού, εσηκόνετο τάλαντον μολύβδου· και ιδού, μία γυνή εκάθητο εν τω μέσω του εφά.
καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου
8 Και είπεν, Αύτη είναι η ασέβεια. Και έρριψεν αυτήν εις το μέσον του εφά, και έρριψε το μολύβδινον ζύγιον εις το στόμα αυτού.
καὶ εἶπεν αὕτη ἐστὶν ἡ ἀνομία καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς
9 Τότε ύψωσα τους οφθαλμούς μου και είδον και ιδού, εξήρχοντο δύο γυναίκες και άνεμος ήτο εν ταις πτέρυξιν αυτών, διότι αύται είχον πτέρυγας ως πτέρυγας πελαργού· και εσήκωσαν το εφά αναμέσον της γης και του ουρανού.
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ
10 Και είπα προς τον άγγελον τον λαλούντα μετ' εμού, Που φέρουσιν αύται το εφά;
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον
11 Και είπε προς εμέ, Διά να οικοδομήσωσι δι' αυτό οίκον εν τη γη Σενναάρ· και θέλει στηριχθή και θέλει τεθή εκεί επί την βάσιν αυτού.
καὶ εἶπεν πρός με οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ