< Ζαχαρίας 14 >
1 Ιδού, η ημέρα του Κυρίου έρχεται και το λάφυρόν σου θέλει διαμερισθή εν τω μέσω σου.
ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί
2 Και θέλω συνάξει πάντα τα έθνη κατά της Ιερουσαλήμ εις μάχην· και θέλει αλωθή η πόλις και αι οικίαι θέλουσι λεηλατηθή και αι γυναίκες θέλουσι βιασθή, και το ήμισυ της πόλεως θέλει εξέλθει εις αιχμαλωσίαν, το δε υπόλοιπον του λαού δεν θέλει εξολοθρευθή εκ της πόλεως.
καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναῖκες μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεθρευθῶσιν ἐκ τῆς πόλεως
3 Και ο Κύριος θέλει εξέλθει και θέλει πολεμήσει κατά των εθνών εκείνων, ως ότε επολέμησεν εν τη ημέρα της μάχης.
καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου
4 Και οι πόδες αυτού θέλουσι σταθή κατά την ημέραν εκείνην επί του όρους των ελαιών, του απέναντι της Ιερουσαλήμ εξ ανατολών· και το όρος των ελαιών θέλει σχισθή κατά το μέσον αυτού προς ανατολάς και προς δυσμάς και θέλει γείνει κοιλάς μεγάλη σφόδρα· και το ήμισυ του όρους θέλει συρθή προς βορράν και το ήμισυ αυτού προς νότον.
καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν χάος μέγα σφόδρα καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον
5 Και θέλετε καταφύγει εις την κοιλάδα των ορέων μου· διότι η κοιλάς των ορέων θέλει φθάνει έως εις Ασάλ· και θέλετε φύγει, καθώς εφύγετε απ' έμπροσθεν του σεισμού εν ταις ημέραις Οζίου του βασιλέως του Ιούδα· και Κύριος ο Θεός μου θέλει ελθεί και μετά σου πάντες οι άγιοι.
καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἥξει κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ
6 Και εν εκείνη τη ημέρα το φως δεν θέλει είσθαι λαμπρόν ουδέ συνεσκοτασμένον·
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψῦχος καὶ πάγος
7 αλλά θέλει είσθαι μία ημέρα, ήτις είναι γνωστή εις τον Κύριον, ούτε ημέρα ούτε νύξ· και προς την εσπέραν θέλει είσθαι φως.
ἔσται μίαν ἡμέραν καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φῶς
8 Και εν τη ημέρα εκείνη ύδατα ζώντα θέλουσιν εξέλθει εξ Ιερουσαλήμ, το ήμισυ αυτών προς την θάλασσαν την ανατολικήν και το ήμισυ αυτών προς την θάλασσαν την δυτικήν· εν θέρει και εν χειμώνι θέλει είσθαι ούτω.
καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ιερουσαλημ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως
9 Και ο Κύριος θέλει είσθαι βασιλεύς εφ' όλην την γήν· εν τη ημέρα εκείνη θέλει είσθαι Κύριος εις και το όνομα αυτού εν.
καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν
10 Πας ο τόπος θέλει μεταβληθή εις πεδιάδα, από Γαβαά έως Ριμμών, κατά νότον της Ιερουσαλήμ· και αύτη θέλει υψωθή και κατοικηθή εν τω τόπω αυτής, από της πύλης του Βενιαμίν έως του τόπου της πρώτης πύλης, έως της πύλης των γωνιών και του πύργου Ανανεήλ, μέχρι των ληνών του βασιλέως.
κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ Ραμα δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμιν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ανανεηλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως
11 Και θέλουσι κατοικήσει εν αυτή, και δεν θέλει είσθαι πλέον αφανισμός· και η Ιερουσαλήμ θέλει κάθησθαι εν ασφαλεία.
κατοικήσουσιν ἐν αὐτῇ καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι καὶ κατοικήσει Ιερουσαλημ πεποιθότως
12 Και αύτη θέλει είσθαι η πληγή, με την οποίαν ο Κύριος θέλει πληγώσει πάντας τους λαούς τους στρατεύσαντας κατά της Ιερουσαλήμ· η σαρξ αυτών θέλει τήκεσθαι ενώ ίστανται επί τους πόδας αυτών, και οι οφθαλμοί αυτών θέλουσι διαλυθή εν ταις οπαίς αυτών, και η γλώσσα αυτών θέλει διαλυθή εν τω στόματι αυτών.
καὶ αὕτη ἔσται ἡ πτῶσις ἣν κόψει κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν
13 Και εν τη ημέρα εκείνη ταραχή του Κυρίου μεγάλη θέλει είσθαι μεταξύ αυτών, και θέλουσι πιάνει έκαστος την χείρα του πλησίον αυτού και η χειρ αυτού θέλει εγείρεσθαι κατά της χειρός του πλησίον αυτού.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ’ αὐτοὺς μεγάλη καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ
14 Και ο Ιούδας έτι θέλει πολεμήσει εν Ιερουσαλήμ· και ο πλούτος πάντων των εθνών κύκλω θέλει συναχθή, χρυσίον και αργύριον και ιμάτια, εις πλήθος μέγα.
καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα
15 Και η πληγή του ίππου, του ημιόνου, της καμήλου και του όνου και πάντων των κτηνών, τα οποία θέλουσιν είσθαι εν τοις στρατοπέδοις εκείνοις, τοιαύτη θέλει είσθαι ως η πληγή αύτη.
καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην
16 Και πας όστις υπολειφθή εκ πάντων των εθνών, των ελθόντων κατά της Ιερουσαλήμ, θέλει αναβαίνει κατ' έτος διά να προσκυνή τον Βασιλέα· τον Κύριον των δυνάμεων, και να εορτάζη την εορτήν της σκηνοπηγίας.
καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας
17 Και όσοι εκ των οικογενειών της γης δεν αναβώσιν εις Ιερουσαλήμ, διά να προσκυνήσωσι τον Βασιλέα, τον Κύριον των δυνάμεων, εις αυτούς δεν θέλει είσθαι βροχή.
καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται
18 Και εάν η οικογένεια της Αιγύπτου δεν αναβή και δεν έλθη, επί τους οποίους δεν είναι βροχή, εις αυτούς θέλει είσθαι η πληγή, ην ο Κύριος θέλει πληγώσει τα έθνη τα μη αναβαίνοντα διά να εορτάσωσι την εορτήν της σκηνοπηγίας.
ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας
19 Αύτη θέλει είσθαι η ποινή της Αιγύπτου και η ποινή πάντων των εθνών των μη θελόντων να αναβώσι διά να εορτάσωσι την εορτήν της σκηνοπηγίας.
αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας
20 Εν τη ημέρα εκείνη θέλει είσθαι επί τους κώδωνας των ίππων, ΑΓΙΑΣΜΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ· και οι λέβητες εν τω οίκω του Κυρίου θέλουσιν είσθαι ως αι φιάλαι έμπροσθεν του θυσιαστηρίου.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου
21 Και πας λέβης εν Ιερουσαλήμ και εν Ιούδα θέλει είσθαι αγιασμός εις τον Κύριον των δυνάμεων· και πάντες οι θυσιάζοντες θέλουσιν ελθεί και λάβει εξ αυτών και εψήσει εν αυτοίς· και εν τη ημέρα εκείνη δεν θέλει είσθαι πλέον Χαναναίος εν τω οίκω του Κυρίου των δυνάμεων.
καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ