< Προς Τιτον 2 >

1 Συ όμως λάλει όσα πρέπουσιν εις την υγιαίνουσαν διδασκαλίαν.
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ·
2 Οι γέροντες να ήναι άγρυπνοι, σεμνοί, σώφρονες, υγιαίνοντες εν τη πίστει, τη αγάπη, τη υπομονή.
πρεσβύτας νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·
3 Αι γραίαι ωσαύτως να έχωσι τρόπον ιεροπρεπή, μη κατάλαλοι, μη δεδουλωμέναι εις πολλήν οινοποσίαν, να ήναι διδάσκαλοι των καλών,
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
4 διά να νουθετώσι τας νέας να ήναι φίλανδροι, φιλότεκνοι,
ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
5 σώφρονες, καθαραί, οικοφύλακες, αγαθαί, ευπειθείς εις τους ιδίους αυτών άνδρας, διά να μη βλασφημήται ο λόγος του Θεού.
σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται·
6 Τους νεωτέρους ωσαύτως νουθέτει να σωφρονώσι,
τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
7 δεικνύων κατά πάντα σεαυτόν τύπον των καλών έργων, φυλάττων εν τη διδασκαλία αδιαφθορίαν, σεμνότητα,
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν,
8 λόγον υγιή και ακατάκριτον, διά να εντραπή ο εναντίος, μη έχων να λέγη διά σας μηδέν κακόν.
λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον.
9 Τους δούλους να υποτάσσωνται εις τους εαυτών δεσπότας, να ευαρεστώσιν εις αυτούς κατά πάντα, να μη αντιλέγωσι,
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
10 να μη σφετερίζωνται τα αλλότρια, αλλά να δεικνύωσι πάσαν πίστιν αγαθήν, διά να στολίζωσι κατά πάντα την διδασκαλίαν του σωτήρος ημών Θεού.
μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 Διότι εφανερώθη η χάρις του Θεού η σωτήριος εις πάντας ανθρώπους,
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
12 διδάσκουσα ημάς να αρνηθώμεν την ασέβειαν και τας κοσμικάς επιθυμίας και να ζήσωμεν σωφρόνως και δικαίως και ευσεβώς εν τω παρόντι αιώνι, (aiōn g165)
παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, (aiōn g165)
13 προσμένοντες την μακαρίαν ελπίδα και επιφάνειαν της δόξης του μεγάλου Θεού και Σωτήρος ημών Ιησού Χριστού,
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
14 όστις έδωκεν εαυτόν υπέρ ημών, διά να μας λυτρώση από πάσης ανομίας και να μας καθαρίση εις εαυτόν λαόν εκλεκτόν, ζηλωτήν καλών έργων.
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15 Ταύτα λάλει και πρότρεπε και έλεγχε μετά πάσης εξουσίας· ας μη σε περιφρονή μηδείς.
Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.

< Προς Τιτον 2 >