< Ἆσμα Ἀσμάτων 7 >

1 Πόσον ώραία είναι τα βήματά σου με τα σανδάλια, θύγατερ του ηγεμόνος το τόρνευμα των μηρών σου είναι όμοιον με περιδέραιον, έργον χειρών καλλιτέχνου.
τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου
2 Ο ομφαλός σου κρατήρ τορνευτός, πλήρης κεκερασμένου οίνου· η κοιλία σου θημωνία σίτου περιπεφραγμένη με κρίνους·
ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
3 οι δύο σου μαστοί ως δύο σκύμνοι δορκάδος δίδυμοι·
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
4 ο τράχηλός σου ως πύργος ελεφάντινος· οι οφθαλμοί σου ως αι κολυμβήθραι εν Εσεβών, προς την πύλην Βαθ-ραββίμ· η μύτη σου ως ο πύργος του Λιβάνου, βλέπων προς την Δαμασκόν·
τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ
5 Η κεφαλή σου επί σε ως Κάρμηλος, και η κόμη της κεφαλής σου ως πορφύρα· ο βασιλεύς είναι δεδεμένος εις τους πλοκάμους σου.
κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς
6 Πόσον ώραία και πόσον επιθυμητή είσαι, αγαπητή, διά τας τρυφάς.
τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου
7 Τούτο το ανάστημά σου ομοιάζει με φοίνικα, και οι μαστοί σου με βότρυας.
τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν
8 Είπα, Θέλω αναβή εις τον φοίνικα, θέλω πιάσει τα βάϊα αυτού· και ιδού, οι μαστοί σου θέλουσιν είσθαι ως βότρυες της αμπέλου, και η οσμή της ρινός σου ως μήλα·
εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
9 και ο ουρανίσκος σου ως ο καλός οίνος ρέων ηδέως διά τον αγαπητόν μου, και κάμνων να λαλώσι τα χείλη των κοιμωμένων.
καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν
10 Εγώ είμαι του αγαπητού μου, και η επιθυμία αυτού είναι προς εμέ.
ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ
11 Ελθέ, αγαπητέ μου, ας εξέλθωμεν εις τον αγρόν· ας διανυκτερεύσωμεν εν ταις κώμαις.
ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις
12 Ας εξημερωθώμεν εις τους αμπελώνας· ας ίδωμεν εάν εβλάστησεν η άμπελος, εάν ήνοιξε το άνθος της σταφυλής και εξήνθησαν αι ροϊδιαί· εκεί θέλω δώσει την αγάπην μου εις σε.
ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
13 Οι μανδραγόραι έδωκαν οσμήν, και εν ταις θύραις ημών είναι παν είδος καρπών αρεστών, νέων και παλαιών, τους οποίους εφύλαξα, αγαπητέ μου, διά σε.
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι

< Ἆσμα Ἀσμάτων 7 >