< Προς Ρωμαιους 6 >
1 Τι λοιπόν θέλομεν ειπεί; θέλομεν επιμένει εν τη αμαρτία, διά να περισσεύση η χάρις;
Τί οὖν ἐροῦμεν; Ἐπιμένομεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
2 Μη γένοιτο· ημείς, οίτινες απεθάνομεν κατά την αμαρτίαν, πως θέλομεν ζήσει πλέον εν αυτή;
Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
3 Η αγνοείτε ότι όσοι εβαπτίσθημεν εις Χριστόν Ιησούν, εις τον θάνατον αυτού εβαπτίσθημεν;
Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
4 Συνετάφημεν λοιπόν μετ' αυτού διά του βαπτίσματος εις τον θάνατον, ίνα καθώς ο Χριστός ανέστη εκ νεκρών διά της δόξης του Πατρός, ούτω και ημείς περιπατήσωμεν εις νέαν ζωήν.
Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
5 Διότι εάν εγείναμεν σύμφυτοι με αυτόν κατά την ομοιότητα του θανάτου αυτού, θέλομεν είσθαι και κατά την ομοιότητα της αναστάσεως,
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
6 τούτο γινώσκοντες, ότι ο παλαιός ημών άνθρωπος συνεσταυρώθη, διά να καταργηθή το σώμα της αμαρτίας, ώστε να μη ήμεθα πλέον δούλοι της αμαρτίας·
τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
7 διότι ο αποθανών ηλευθερώθη από της αμαρτίας.
ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
8 Εάν δε απεθάνομεν μετά του Χριστού, πιστεύομεν ότι και θέλομεν συζήσει μετ' αυτού,
Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
9 γινώσκοντες ότι ο Χριστός αναστάς εκ νεκρών δεν αποθνήσκει πλέον, θάνατος αυτόν δεν κυριεύει πλέον.
εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
10 Διότι καθ' ο απέθανεν, απέθανεν άπαξ διά την αμαρτίαν, αλλά καθ' ο ζη, ζη εις τον Θεόν.
Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.
11 Ούτω και σεις φρονείτε εαυτούς ότι είσθε νεκροί μεν κατά την αμαρτίαν, ζώντες δε εις τον Θεόν διά Ιησού Χριστού του Κυρίου ημών.
Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
12 Ας μη βασιλεύη λοιπόν η αμαρτία εν τω θνητώ υμών σώματι, ώστε κατά τας επιθυμίας αυτού να υπακούητε εις αυτήν,
Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ·
13 μηδέ παριστάνετε τα μέλη σας όπλα αδικίας εις την αμαρτίαν, αλλά παραστήσατε εαυτούς εις τον Θεόν ως ζώντας εκ νεκρών, και τα μέλη σας όπλα δικαιοσύνης εις τον Θεόν.
μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.
14 Διότι η αμαρτία δεν θέλει σας κυριεύσει· επειδή δεν είσθε υπό νόμον, αλλ' υπό χάριν.
Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν.
15 Τι λοιπόν; θέλομεν αμαρτήσει διότι δεν είμεθα υπό νόμον, αλλ' υπό χάριν; μη γένοιτο.
Τί οὖν; Ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν; Μὴ γένοιτο.
16 Δεν εξεύρετε ότι εις όντινα παριστάνετε εαυτούς δούλους προς υπακοήν, είσθε δούλοι εκείνου εις τον οποίον υπακούετε, ή της αμαρτίας προς θάνατον ή της υπακοής προς δικαιοσύνην;
Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
17 Χάρις όμως εις τον Θεόν, διότι υπήρχετε δούλοι της αμαρτίας, πλην υπηκούσατε εκ καρδίας εις τον τύπον της διδαχής, εις τον οποίον παρεδόθητε,
Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·
18 ελευθερωθέντες δε από της αμαρτίας, εδουλώθητε εις την δικαιοσύνην·
ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
19 ανθρωπίνως λέγω διά την ασθένειαν της σαρκός σας. Διότι καθώς παρεστήσατε τα μέλη σας δούλα εις την ακαθαρσίαν και εις την ανομίαν προς την ανομίαν, ούτω τώρα παραστήσατε τα μέλη σας δούλα εις την δικαιοσύνην προς αγιασμόν.
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
20 Διότι ότε υπήρχετε δούλοι της αμαρτίας, υπήρχετε ελεύθεροι από της δικαιοσύνης.
Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
21 Τίνα λοιπόν καρπόν είχετε τότε εξ εκείνων των έργων, διά τα οποία τώρα αισχύνεσθε; διότι το τέλος εκείνων είναι θάνατος.
Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾽ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος.
22 Αλλά τώρα ελευθερωθέντες από της αμαρτίας και δουλωθέντες εις τον Θεόν, έχετε τον καρπόν σας εις αγιασμόν, το δε τέλος ζωήν αιώνιον. (aiōnios )
Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. (aiōnios )
23 Διότι ο μισθός της αμαρτίας είναι θάνατος, το δε χάρισμα του Θεού ζωή αιώνιος διά Ιησού Χριστού του Κυρίου ημών. (aiōnios )
Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. (aiōnios )