< Προς Ρωμαιους 2 >
1 Διά τούτο αναπολόγητος είσαι, ω άνθρωπε, πας όστις κρίνεις· διότι εις ό, τι κρίνεις τον άλλον, σεαυτόν κατακρίνεις· επειδή τα αυτά πράττεις συ ο κρίνων.
Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.
2 Εξεύρομεν δε ότι η κρίσις του Θεού είναι κατά αλήθειαν εναντίον των πραττόντων τα τοιαύτα.
Οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
3 Και νομίζεις τούτο, ω άνθρωπε, συ ο κρίνων τους πράττοντας τα τοιαύτα και πράττων αυτά, ότι θέλεις εκφύγει την κρίσιν του Θεού;
Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ;
4 Η καταφρονείς τον πλούτον της χρηστότητος αυτού και της υπομονής και της μακροθυμίας, αγνοών ότι η χρηστότης του Θεού σε φέρει εις μετάνοιαν;
Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
5 διά δε την σκληρότητά σου και αμετανόητον καρδίαν θησαυρίζεις εις σεαυτόν οργήν εν τη ημέρα της οργής και της αποκαλύψεως της δικαιοκρισίας του Θεού,
Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ,
6 όστις θέλει αποδώσει εις έκαστον κατά τα έργα αυτού,
ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
7 εις μεν τους ζητούντας δι' υπομονής έργου αγαθού, δόξαν και τιμήν και αφθαρσίαν ζωήν αιώνιον, (aiōnios )
τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· (aiōnios )
8 εις δε τους φιλονείκους και απειθούντας μεν εις την αλήθειαν, πειθομένους δε εις την αδικίαν θέλει είσθαι θυμός και οργή,
τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή,
9 θλίψις και στενοχωρία επί πάσαν ψυχήν ανθρώπου του εργαζομένου το κακόν, Ιουδαίου τε πρώτον και Ελληνος·
θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
10 δόξα δε και τιμή και ειρήνη εις πάντα τον εργαζόμενον το αγαθόν, Ιουδαίόν τε πρώτον και Ελληνα·
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
11 επειδή δεν είναι προσωποληψία παρά τω Θεώ.
οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.
12 Διότι όσοι ημάρτησαν χωρίς νόμου, θέλουσι και απολεσθή χωρίς νόμου· και όσοι ημάρτησαν υπό νόμον, θέλουσι κριθή διά νόμου.
Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·
13 Διότι δεν είναι δίκαιοι παρά τω Θεώ οι ακροαταί του νόμου, αλλ' οι εκτελεσταί του νόμου θέλουσι δικαιωθή.
οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.
14 Επειδή όταν οι εθνικοί οι μη έχοντες νόμον πράττωσιν εκ φύσεως τα του νόμου, ούτοι νόμον μη έχοντες είναι νόμος εις εαυτούς,
Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·
15 οίτινες δεικνύουσι το έργον του νόμου γεγραμμένον εν ταις καρδίαις αυτών, έχοντες συμμαρτυρούσαν την συνείδησιν αυτών και τους λογισμούς κατηγορούντας ή και απολογουμένους μεταξύ αλλήλων,
οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
16 εν τη ημέρα ότε θέλει κρίνει ο Θεός τα κρυπτά των ανθρώπων διά του Ιησού Χριστού κατά το ευαγγέλιόν μου.
ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ.
17 Ιδού, συ επονομάζεσαι Ιουδαίος και επαναπαύεσαι εις τον νόμον και καυχάσαι εις τον Θεόν,
Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ,
18 και γνωρίζεις το θέλημα αυτού και διακρίνεις τα διαφέροντα, διδασκόμενος υπό του νόμου,
καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου,
19 και έχεις πεποίθησιν εις σεαυτόν ότι είσαι οδηγός τυφλών, φως των εν σκότει,
πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
20 παιδευτής αφρόνων, διδάσκαλος νηπίων, έχων τον τύπον της γνώσεως και της αληθείας εν τω νόμω.
παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·
21 Ο διδάσκων λοιπόν άλλον σεαυτόν δεν διδάσκεις; ο κηρύττων να μη κλέπτωσι κλέπτεις;
ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις;
22 ο λέγων να μη μοιχεύωσι μοιχεύεις; ο βδελυττόμενος τα είδωλα ιεροσυλείς;
Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;
23 ο καυχώμενος εις τον νόμον, ατιμάζεις τον Θεόν διά της παραβάσεως του νόμου;
Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;
24 Διότι το όνομα του Θεού εξ αιτίας σας βλασφημείται μεταξύ των εθνών, καθώς είναι γεγραμμένον.
Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται.
25 Επειδή ωφελεί μεν η περιτομή, εάν εκτελής τον νόμον· εάν όμως ήσαι παραβάτης του νόμου, η περιτομή σου έγεινεν ακροβυστία.
Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
26 Εάν λοιπόν ο απερίτμητος φυλάττη τα διατάγματα του νόμου, η ακροβυστία αυτού δεν θέλει λογισθή αντί περιτομής;
Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
27 και ο εκ φύσεως απερίτμητος, εκτελών τον νόμον, θέλει κρίνει σε όστις, έχων το γράμμα του νόμου και την περιτομήν, είσαι παραβάτης του νόμου.
Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου;
28 Διότι Ιουδαίος δεν είναι ο εν τω φανερώ Ιουδαίος, ουδέ περιτομή η εν τω φανερώ η γινομένη εν σαρκί,
Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή·
29 αλλ' Ιουδαίος είναι ο εν τω κρυπτώ Ιουδαίος, και περιτομή η της καρδίας κατά πνεύμα, ουχί κατά γράμμα, του οποίου ο έπαινος είναι ουχί εξ ανθρώπων, αλλ' εκ του Θεού.
ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ.