< Προς Ρωμαιους 16 >

1 Συνιστώ δε εις εσάς Φοίβην την αδελφήν ημών, ήτις είναι διάκονος της εκκλησίας της εν Κεγχρεαίς,
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
2 διά να δεχθήτε αυτήν εν Κυρίω αξίως των αγίων και να παρασταθήτε εις αυτήν εις ό, τι πράγμα έχει χρείαν υμών· διότι και αύτη εστάθη προστάτις πολλών και εμού αυτού.
ἵνα προσδέξησθε αὐτὴν ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
3 Ασπάσθητε την Πρίσκιλλαν και τον Ακύλαν, τους συνεργούς μου εν Χριστώ Ιησού,
ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῷ Ἰησοῦ,
4 οίτινες υπέρ της ζωής μου υπέβαλον υπό την μάχαιραν τον τράχηλον αυτών, τους οποίους ουχί εγώ μόνος ευχαριστώ, αλλά και πάσαι αι εκκλησίαι των εθνών.
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
5 Ασπάσθητε και την κατ' οίκον αυτών εκκλησίαν. Ασπάσθητε Επαίνετον τον αγαπητόν μου, όστις είναι απαρχή της Αχαΐας εις τον Χριστόν.
καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς χριστόν.
6 Ασπάσθητε την Μαριάμ, ήτις πολλά εκοπίασε δι' ημάς.
ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
7 Ασπάσθητε τον Ανδρόνικον και Ιουνίαν, τους συγγενείς μου και συναιχμαλώτους μου, οίτινες είναι επίσημοι μεταξύ των αποστόλων, οίτινες και προ εμού ήσαν εις τον Χριστόν.
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῷ.
8 Ασπάσθητε τον Αμπλίαν τον αγαπητόν μου εν Κυρίω.
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9 Ασπάσθητε τον Ουρβανόν τον συνεργόν ημών εν Χριστώ, και τον Στάχυν τον αγαπητόν μου.
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
10 Ασπάσθητε τον Απελλήν τον δεδοκιμασμένον εν Χριστώ. Ασπάσθητε τους εκ της οικογενείας του Αριστοβούλου.
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
11 Ασπάσθητε τον Ηρωδίωνα τον συγγενή μου. Ασπάσθητε τους εκ της οικογενείας του Ναρκίσσου, τους όντας εν Κυρίω.
ἀσπάσασθε Ἡρωδίωνα τὸν συγγενῆν μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
12 Ασπάσθητε την Τρύφαιναν και την Τρυφώσαν, αίτινες κοπιάζουσιν εν Κυρίω. Ασπάσθητε Περσίδα την αγαπητήν, ήτις πολλά εκοπίασεν εν Κυρίω.
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
13 Ασπάσθητε τον Ρούφον, τον εκλεκτόν εν Κυρίω, και την μητέρα αυτού και εμού.
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14 Ασπάσθητε τον Ασύγκριτον, τον Φλέγοντα, τον Ερμάν, τον Πατρόβαν, τον Ερμήν και τους μετ' αυτών αδελφούς.
ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15 Ασπάσθητε τον Φιλόλογον και την Ιουλίαν, τον Νηρέα και την αδελφήν αυτού, και τον Ολυμπάν και πάντας τους αγίους τους μετ' αυτών.
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16 Ασπάσθητε αλλήλους εν φιλήματι αγίω. Σας ασπάζονται αι εκκλησίαι του Χριστού.
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ.
17 Σας παρακαλώ δε, αδελφοί, να προσέχητε τους ποιούντας τας διχοστασίας και τα σκάνδαλα εναντίον της διδαχής, την οποίαν σεις εμάθετε, και απομακρύνεσθε απ' αυτών.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν.
18 Διότι οι τοιούτοι δεν δουλεύουσι τον Κύριον ημών Ιησούν Χριστόν, αλλά την εαυτών κοιλίαν, και διά λόγων καλών και κολακευτικών εξαπατώσι τας καρδίας των ακάκων·
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
19 διότι η υπακοή σας διεφημίσθη εις πάντας. Όσον λοιπόν διά σας χαίρω· θέλω δε να ήσθε σοφοί μεν εις το αγαθόν, απλοί δε εις το κακόν.
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ᾽ ὑμῖν οὖν χαίρω. θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
20 Ο δε Θεός της ειρήνης ταχέως θέλει συντρίψει τον Σατανάν υπό τους πόδας σας. Η χάρις του Κυρίου ημών Ιησού Χριστού είη μεθ' υμών. Αμήν.
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ [χριστοῦ] μεθ᾽ ὑμῶν.
21 Σας ασπάζονται ο Τιμόθεος ο συνεργός μου, και Λούκιος και Ιάσων και Σωσίπατρος οι συγγενείς μου.
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22 Σας ασπάζομαι εν Κυρίω εγώ ο Τέρτιος, ο γράψας την επιστολήν.
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
23 Σας ασπάζεται ο Γάϊος ο φιλοξενών εμέ και την εκκλησίαν όλην. Σας ασπάζεται Έραστος ο οικονόμος της πόλεως και Κούαρτος ο αδελφός.
ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
24 Η χάρις του Κυρίου ημών Ιησού Χριστού είη μετά πάντων υμών· αμήν.
25 Εις δε τον δυνάμενον να σας στηρίξη κατά το ευαγγέλιόν μου και το κήρυγμα του Ιησού Χριστού, κατά την αποκάλυψιν του μυστηρίου του σεσιωπημένου μεν από χρόνων αιωνίων, (aiōnios g166)
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, (aiōnios g166)
26 φανερωθέντος δε τώρα διά προφητικών γραφών κατ' επιταγήν του αιωνίου Θεού και γνωρισθέντος εις πάντα τα έθνη προς υπακοήν πίστεως, (aiōnios g166)
φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, (aiōnios g166)
27 εις τον μόνον σοφόν Θεόν έστω η δόξα διά Ιησού Χριστού εις τους αιώνας· αμήν. (aiōn g165)
μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. (aiōn g165)

< Προς Ρωμαιους 16 >