< Προς Ρωμαιους 14 >
1 Τον δε ασθενούντα κατά την πίστιν προσδέχεσθε, ουχί εις φιλονεικίας διαλογισμών.
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
2 Άλλος μεν πιστεύει ότι δύναται να τρώγη πάντα, ο δε ασθενών τρώγει λάχανα.
ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
3 Ο τρώγων ας μη καταφρονή τον μη τρώγοντα, και ο μη τρώγων ας μη κρίνη τον τρώγοντα· διότι ο Θεός προσεδέχθη αυτόν.
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
4 Συ τις είσαι όστις κρίνεις ξένον δούλον; εις τον ίδιον αυτού κύριον ίσταται ή πίπτει· θέλει όμως σταθή, διότι ο Θεός είναι δυνατός να στήση αυτόν.
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
5 Άλλος μεν κρίνει μίαν ημέραν αγιωτέραν παρά άλλην ημέραν, άλλος δε κρίνει ίσην πάσαν ημέραν. Ας ήναι έκαστος πεπληροφορημένος εις τον ίδιον αυτού νούν.
ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
6 Ο παρατηρών την ημέραν παρατηρεί αυτήν διά τον Κύριον, και ο μη παρατηρών την ημέραν διά τον Κύριον δεν παρατηρεί αυτήν. Ο τρώγων διά τον Κύριον τρώγει· διότι ευχαριστεί εις τον Θεόν. Και ο μη τρώγων διά τον Κύριον δεν τρώγει, και ευχαριστεί εις τον Θεόν.
ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
7 Διότι ουδείς εξ ημών ζη δι' εαυτόν και ουδείς αποθνήσκει δι' εαυτόν.
οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
8 Επειδή εάν τε ζώμεν, διά τον Κύριον ζώμεν· εάν τε αποθνήσκωμεν, διά τον Κύριον αποθνήσκομεν. Εάν τε λοιπόν ζώμεν, εάν τε αποθνήσκωμεν, του Κυρίου είμεθα.
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
9 Επειδή διά τούτο ο Χριστός και απέθανε και ανέστη και ανέζησε, διά να ήναι Κύριος και νεκρών και ζώντων.
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10 Συ δε διά τι κρίνεις τον αδελφόν σου; ή και συ διά τι εξουθενείς τον αδελφόν σου; επειδή πάντες ημείς θέλομεν παρασταθή εις το βήμα του Χριστού.
σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ·
11 Διότι είναι γεγραμμένον· Ζω εγώ, λέγει Κύριος, ότι εις εμέ θέλει κάμψει παν γόνυ, και πάσα γλώσσα θέλει δοξολογήσει τον Θεόν.
γέγραπται γάρ, ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
12 Άρα λοιπόν έκαστος ημών περί εαυτού θέλει δώσει λόγον εις τον Θεόν.
ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ.
13 Λοιπόν ας μη κρίνωμεν πλέον αλλήλους, αλλά τούτο κρίνατε μάλλον, το να μη βάλλητε πρόσκομμα εις τον αδελφόν ή σκάνδαλον.
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
14 Εξεύρω και είμαι πεπεισμένος εν Κυρίω Ιησού ότι ουδέν υπάρχει ακάθαρτον αφ' εαυτού ειμή εις τον όστις στοχάζεταί τι ότι είναι ακάθαρτον, εις εκείνον είναι ακάθαρτον.
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
15 Εάν όμως ο αδελφός σου λυπήται διά φαγητόν, δεν περιπατείς πλέον κατά αγάπην· μη φέρε εις απώλειαν με το φαγητόν σου εκείνον, υπέρ του οποίου ο Χριστός απέθανεν.
εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
16 Ας μη βλασφημήται λοιπόν το αγαθόν σας.
μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
17 Διότι η βασιλεία του Θεού δεν είναι βρώσις και πόσις, αλλά δικαιοσύνη και ειρήνη και χαρά εν Πνεύματι Αγίω·
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
18 επειδή ο δουλεύων εν τούτοις τον Χριστόν ευαρεστεί εις τον Θεόν και ευδοκιμεί παρά τοις ανθρώποις.
ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
19 Άρα λοιπόν ας ζητώμεν τα προς την ειρήνην και τα προς την οικοδομήν αλλήλων.
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκομεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους·
20 Μη κατάστρεφε το έργον του Θεού διά φαγητόν. Πάντα μεν είναι καθαρά, κακόν όμως είναι εις τον άνθρωπον όστις τρώγει με σκάνδαλον.
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
21 Καλόν είναι το να μη φάγης κρέας μηδέ να πίης οίνον μηδέ να πράξης τι, εις το οποίον ο αδελφός σου προσκόπτει ή σκανδαλίζεται ή ασθενεί.
καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.
22 Συ πίστιν έχεις; έχε αυτήν εντός σου ενώπιον του Θεού· μακάριος όστις δεν κατακρίνει εαυτόν εις εκείνο, το οποίον αποδέχεται.
σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
23 Όστις όμως αμφιβάλλει, κατακρίνεται, εάν φάγη, διότι δεν τρώγει εκ πίστεως· και παν ό, τι δεν γίνεται εκ πίστεως, είναι αμαρτία.
ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.