< Προς Ρωμαιους 12 >
1 Σας παρακαλώ λοιπόν, αδελφοί, διά των οικτιρμών του Θεού, να παραστήσητε τα σώματά σας θυσίαν ζώσαν, αγίαν, ευάρεστον εις τον Θεόν, ήτις είναι η λογική σας λατρεία,
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ ˚Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ ˚Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν.
2 και μη συμμορφόνεσθε με τον αιώνα τούτον, αλλά μεταμορφόνεσθε διά της ανακαινίσεως του νοός σας, ώστε να δοκιμάζητε τι είναι το θέλημα του Θεού, το αγαθόν και ευάρεστον και τέλειον. (aiōn )
Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ ˚Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. (aiōn )
3 Διότι λέγω διά της χάριτος της εις εμέ δοθείσης προς πάντα όστις είναι μεταξύ σας, να μη φρονή υψηλότερα παρ' ό, τι πρέπει να φρονή, αλλά να φρονή ώστε να σωφρονή, κατά το μέτρον της πίστεως, το οποίον ο Θεός εμοίρασεν εις έκαστον.
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ ˚Θεὸς ἐμέρισεν μέτρον πίστεως.
4 Διότι καθώς έχομεν εν ενί σώματι μέλη πολλά, πάντα δε τα μέλη δεν έχουσι το αυτό έργον,
Καθάπερ γὰρ ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
5 ούτω και ημείς οι πολλοί εν σώμα είμεθα εν Χριστώ, ο δε καθείς μέλη αλλήλων.
οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν ˚Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη.
6 Έχοντες δε χαρίσματα διάφορα κατά την δοθείσαν εις ημάς χάριν, είτε προφητείαν, ας προφητεύωμεν κατά την αναλογίαν της πίστεως,
Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα: εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
7 είτε διακονίαν, ας καταγινώμεθα εις την διακονίαν, είτε διδάσκει τις, ας καταγίνηται εις την διδασκαλίαν,
εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
8 είτε προτρέπει τις, εις την προτροπήν· ο μεταδίδων, ας μεταδίδη εν απλότητι, ο προϊστάμενος ας προΐσταται μετ' επιμελείας, ο ελεών ας ελεή εν ιλαρότητι.
εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 Η αγάπη ας ήναι ανυπόκριτος. Αποστρέφεσθε το πονηρόν, προσκολλάσθε εις το αγαθόν,
Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
10 γίνεσθε προς αλλήλους φιλόστοργοι διά της φιλαδελφίας, προλαμβάνοντες να τιμάτε αλλήλους,
τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
11 εις την σπουδήν άοκνοι, κατά το πνεύμα ζέοντες, τον Κύριον δουλεύοντες,
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ ˚Κυρίῳ δουλεύοντες,
12 εις την ελπίδα χαίροντες, εις την θλίψιν υπομένοντες, εις την προσευχήν προσκαρτερούντες,
τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
13 εις τας χρείας των αγίων μεταδίδοντες, την φιλοξενίαν ακολουθούντες.
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
14 Ευλογείτε τους καταδιώκοντας υμάς, ευλογείτε και μη καταράσθε.
Εὐλογεῖτε τοὺς διώκοντας, ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
15 Χαίρετε μετά χαιρόντων και κλαίετε μετά κλαιόντων.
Χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
16 Έχετε προς αλλήλους το αυτό φρόνημα. Μη υψηλοφρονείτε, αλλά συγκαταβαίνετε εις τους ταπεινούς. Μη φαντάζεσθε εαυτούς φρονίμους.
Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς.
17 Εις μηδένα μη ανταποδίδετε κακόν αντί κακού· προνοείτε τα καλά ενώπιον πάντων ανθρώπων·
Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
18 ει δυνατόν, όσον το αφ' υμών ειρηνεύετε μετά πάντων ανθρώπων.
Εἰ δυνατόν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
19 Μη εκδικήτε εαυτούς, αγαπητοί, αλλά δότε τόπον τη οργή· διότι είναι γεγραμμένον· εις εμέ ανήκει η εκδίκησις, εγώ θέλω κάμει ανταπόδοσιν, λέγει Κύριος.
Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, “Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω”, λέγει ˚Κύριος.
20 Εάν λοιπόν πεινά ο εχθρός σου, τρέφε αυτόν, εάν διψά, πότιζε αυτόν· διότι πράττων τούτο θέλεις σωρεύσει άνθρακας πυρός επί την κεφαλήν αυτού.
“Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.”
21 Μη νικάσαι υπό του κακού, αλλά νίκα διά του αγαθού το κακόν.
Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.