< Προς Ρωμαιους 10 >
1 Αδελφοί, η επιθυμία της καρδίας μου και η δέησις η προς τον Θεόν υπέρ του Ισραήλ είναι διά την σωτηρίαν αυτών·
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
2 διότι μαρτυρώ περί αυτών ότι έχουσι ζήλον Θεού, αλλ' ουχί κατ' επίγνωσιν.
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν·
3 Επειδή μη γνωρίζοντες την δικαιοσύνην του Θεού, και ζητούντες να συστήσωσι την ιδίαν αυτών δικαιοσύνην, δεν υπετάχθησαν εις την δικαιοσύνην του Θεού.
ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
4 Επειδή το τέλος του νόμου είναι ο Χριστός προς δικαιοσύνην εις πάντα τον πιστεύοντα.
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 Διότι ο Μωϋσής γράφει την δικαιοσύνην την εκ του νόμου, λέγων ότι ο άνθρωπος ο κάμνων ταύτα θέλει ζήσει δι' αυτών·
Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ νόμου ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ.
6 η εκ πίστεως όμως δικαιοσύνη λέγει ούτω· Μη είπης εν τη καρδία σου, Τις θέλει αναβή εις τον ουρανόν; τουτέστι διά να καταβιβάση τον Χριστόν.
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·
7 ή, Τις θέλει καταβή εις την άβυσσον; τουτέστι διά να αναβιβάση τον Χριστόν εκ νεκρών. (Abyssos )
ἤ, τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. (Abyssos )
8 Αλλά τι λέγει; Πλησίον σου είναι ο λόγος, εν τω στόματί σου και εν τη καρδία σου· τουτέστιν ο λόγος της πίστεως, τον οποίον κηρύττομεν.
ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
9 Ότι εάν ομολογήσης διά του στόματός σου τον Κύριον Ιησούν, και πιστεύσης εν τη καρδία σου ότι ο Θεός ανέστησεν αυτόν εκ νεκρών, θέλεις σωθή·
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
10 διότι με την καρδίαν πιστεύει τις προς δικαιοσύνην, και με το στόμα γίνεται ομολογία προς σωτηρίαν.
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
11 Διότι λέγει η γραφή· Πας ο πιστεύων επ' αυτόν δεν θέλει καταισχυνθή.
λέγει γὰρ ἡ γραφή, πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
12 Επειδή δεν είναι διαφορά Ιουδαίου τε και Ελληνος· διότι ο αυτός Κύριος είναι πάντων, πλούσιος προς πάντας τους επικαλουμένους αυτόν·
οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
13 διότι Πας όστις επικαλεσθή το όνομα του Κυρίου θέλει σωθή.
πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 Πως λοιπόν θέλουσιν επικαλεσθή εκείνον, εις τον οποίον δεν επίστευσαν; και πως θέλουσι πιστεύσει εις εκείνον, περί του οποίου δεν ήκουσαν; και πως θέλουσιν ακούσει χωρίς να υπάρχη ο κηρύττων;
πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος;
15 Και πως θέλουσι κηρύξει, εάν δεν αποσταλώσι; Καθώς είναι γεγραμμένον· Πόσον ωραίοι οι πόδες των ευαγγελιζομένων ειρήνην, των ευαγγελιζομένων τα αγαθά.
πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
16 Αλλά δεν υπήκουσαν πάντες εις το ευαγγέλιον. Διότι ο Ησαΐας λέγει· Κύριε, τις επίστευσεν εις το κήρυγμα ημών;
Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
17 Άρα η πίστις είναι εξ ακοής, η δε ακοή διά του λόγου του Θεού.
ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
18 Λέγω όμως, Μη δεν ήκουσαν; Μάλιστα εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτών, Και εις τα πέρατα της οικουμένης οι λόγοι αυτών.
ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19 Αλλά λέγω, Μη δεν εγνώρισεν ο Ισραήλ; Πρώτος ο Μωϋσής λέγει· Εγώ θέλω σας παροξύνει εις ζηλοτυπίαν με τους μη έθνος, Θέλω σας παροργίσει με έθνος ασύνετον.
ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει, ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20 Ο δε Ησαΐας αποτολμά και λέγει· Ευρέθην παρά των μη ζητούντων με, εφανερώθην εις τους μη ερωτώντας περί εμού.
Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
21 Προς δε τον Ισραήλ λέγει· Όλην την ημέραν εξέτεινα τας χείρας μου προς λαόν απειθούντα και αντιλέγοντα.
πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.