< Προς Ρωμαιους 1 >

1 Παύλος, δούλος Ιησού Χριστού, προσκεκλημένος απόστολος, κεχωρισμένος διά το ευαγγέλιον του Θεού,
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ,
2 το οποίον προϋπεσχέθη διά των προφητών αυτού εν ταις αγίαις γραφαίς,
ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις,
3 περί του Υιού αυτού, όστις εγεννήθη εκ σπέρματος Δαβίδ κατά σάρκα,
περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
4 και απεδείχθη Υιός Θεού εν δυνάμει κατά το πνεύμα της αγιωσύνης διά της εκ νεκρών αναστάσεως, Ιησού Χριστού του Κυρίου ημών,
τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
5 διά του οποίου ελάβομεν χάριν και αποστολήν εις υπακοήν πίστεως πάντων των εθνών υπέρ του ονόματος αυτού,
δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6 μεταξύ των οποίων είσθε και σεις προσκεκλημένοι του Ιησού Χριστού,
ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ·
7 προς πάντας τους όντας εν Ρώμη αγαπητούς του Θεού, προσκεκλημένους αγίους, χάρις είη υμίν και ειρήνη από Θεού Πατρός ημών και Κυρίου Ιησού Χριστού.
πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
8 Πρώτον μεν ευχαριστώ τον Θεόν μου διά Ιησού Χριστού υπέρ πάντων υμών, διότι η πίστις σας κηρύττεται εν όλω τω κόσμω.
Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9 Επειδή μάρτυς μου είναι ο Θεός, τον οποίον λατρεύω διά του πνεύματός μου εν τω ευαγγελίω του Υιού αυτού, ότι αδιαλείπτως σας ενθυμούμαι,
Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι,
10 δεόμενος πάντοτε εν ταις προσευχαίς μου να αξιωθώ ήδη ποτέ διά του θελήματος του Θεού να έλθω προς εσάς.
πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
11 Διότι επιποθώ να σας ίδω, διά να σας μεταδώσω χάρισμά τι πνευματικόν προς στήριξιν υμών,
Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,
12 τούτο δε είναι, το να συμπαρηγορηθώ μεταξύ σας διά της κοινής πίστεως υμών τε και εμού.
τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
13 Δεν θέλω δε να αγνοήτε, αδελφοί, ότι πολλάκις εμελέτησα να έλθω προς εσάς, εμποδίσθην όμως μέχρι τούδε, διά να απολαύσω καρπόν τινά και μεταξύ σας, καθώς και μεταξύ των λοιπών εθνών.
Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς—καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο—ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14 Χρεώστης είμαι προς Ελληνάς τε και βαρβάρους, σοφούς τε και ασόφους·
Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
15 ούτω πρόθυμος είμαι το κατ' εμέ να κηρύξω το ευαγγέλιον και προς εσάς τους εν Ρώμη.
οὕτω τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 Διότι δεν αισχύνομαι το ευαγγέλιον του Χριστού· επειδή είναι δύναμις Θεού προς σωτηρίαν εις πάντα τον πιστεύοντα Ιουδαίόν τε, πρώτον και Έλληνα.
Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
17 Διότι δι' αυτού αποκαλύπτεται η δικαιοσύνη του Θεού εκ πίστεως εις πίστιν, καθώς είναι γεγραμμένον· Ο δε δίκαιος θέλει ζήσει εκ πίστεως.
Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
18 Διότι οργή Θεού αποκαλύπτεται απ' ουρανού επί πάσαν ασέβειαν και αδικίαν ανθρώπων, οίτινες κατακρατούσι την αλήθειαν εν αδικία.
Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·
19 Επειδή ό, τι δύναται να γνωρισθή περί Θεού είναι φανερόν εν αυτοίς, διότι ο Θεός εφανέρωσε τούτο προς αυτούς.
διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε.
20 Επειδή τα αόρατα αυτού βλέπονται φανερώς από κτίσεως κόσμου νοούμενα διά των ποιημάτων, η τε αΐδιος αυτού δύναμις και η θειότης, ώστε αυτοί είναι αναπολόγητοι. (aïdios g126)
Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· (aïdios g126)
21 Διότι γνωρίσαντες τον Θεόν, δεν εδόξασαν ως Θεόν ουδέ ευχαρίστησαν, αλλ' εματαιώθησαν εν τοις διαλογισμοίς αυτών, και εσκοτίσθη η ασύνετος αυτών καρδία·
διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
22 λέγοντες ότι είναι σοφοί εμωράνθησαν,
Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
23 και ήλλαξαν την δόξαν του αφθάρτου Θεού εις ομοίωμα εικόνος φθαρτού ανθρώπου και πετεινών και τετραπόδων και ερπετών.
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 Διά τούτο και παρέδωκεν αυτούς ο Θεός διά των επιθυμιών των καρδιών αυτών εις ακαθαρσίαν, ώστε να ατιμάζωνται τα σώματα αυτών μεταξύ αυτών.
Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς·
25 Οίτινες μετήλλαξαν την αλήθειαν του Θεού εις το ψεύδος, και εσεβάσθησαν και ελάτρευσαν την κτίσιν μάλλον παρά τον κτίσαντα, όστις είναι ευλογητός εις τους αιώνας· αμήν. (aiōn g165)
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. (aiōn g165)
26 Διά τούτο παρέδωκεν αυτούς ο Θεός εις πάθη ατιμίας· διότι και αι γυναίκες αυτών μετήλλαξαν την φυσικήν χρήσιν εις την παρά φύσιν·
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν·
27 ομοίως δε και οι άνδρες, αφήσαντες την φυσικήν χρήσιν της γυναικός, εξεκαύθησαν εις την επιθυμίαν αυτών προς αλλήλους, πράττοντες την ασχημοσύνην άρσενες εις άρσενας και απολαμβάνοντες εις εαυτούς την πρέπουσαν αντιμισθίαν της πλάνης αυτών.
ὁμοίως τε καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28 Και καθώς απεδοκίμασαν το να έχωσιν επίγνωσιν του Θεού, παρέδωκεν αυτούς ο Θεός εις αδόκιμον νούν, ώστε να πράττωσι τα μη πρέποντα,
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29 πλήρεις όντες πάσης αδικίας, πορνείας, πονηρίας, πλεονεξίας, κακίας, γέμοντες φθόνου, φόνου, έριδος, δόλου, κακοηθείας·
πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς,
30 ψιθυρισταί, κατάλαλοι, μισόθεοι, υβρισταί, υπερήφανοι, αλαζόνες, εφευρεταί κακών, απειθείς εις τους γονείς,
καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
31 ασύνετοι, παραβάται συνθηκών, άσπλαγχνοι, αδιάλλακτοι, ανελεήμονες·
ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
32 οίτινες ενώ γνωρίζουσι την δικαιοσύνην του Θεού, ότι οι πράττοντες τα τοιαύτα είναι άξιοι θανάτου, ουχί μόνον πράττουσιν αυτά, αλλά και συνευδοκούσιν εις τους πράττοντας.
οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.

< Προς Ρωμαιους 1 >