< Αποκαλυψις Ιωαννου 8 >

1 Και ότε ήνοιξε την σφραγίδα την εβδόμην, έγεινε σιωπή εν τω ουρανώ, έως ημίσειαν ώραν.
Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
2 Και είδον τους επτά αγγέλους, οίτινες ίσταντο ενώπιον του Θεού, και εδόθησαν εις αυτούς επτά σάλπιγγες.
καὶ ἴδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 Και ήλθεν άλλος άγγελος και εστάθη έμπροσθεν του θυσιαστηρίου, κρατών θυμιατήριον χρυσούν, και εδόθησαν εις αυτόν θυμιάματα πολλά, διά να προσφέρη με τας προσευχάς πάντων των αγίων επί το θυσιαστήριον το χρυσούν το ενώπιον του θρόνου.
καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
4 Και ανέβη ο καπνός των θυμιαμάτων με τας προσευχάς πάντων των αγίων εκ της χειρός του αγγέλου ενώπιον του Θεού.
καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
5 Και έλαβεν ο άγγελος το θυμιατήριον και εγέμισεν αυτό εκ του πυρός του θυσιαστηρίου και έρριψεν εις την γην. Και έγειναν φωναί και βρονταί και αστραπαί και σεισμός.
καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 Και οι επτά άγγελοι, οι έχοντες τας επτά σάλπιγγας, ητοίμασαν εαυτούς διά να σαλπίσωσι.
Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν.
7 Και ο πρώτος άγγελος εσάλπισε, και έγεινε χάλαζα και πυρ μεμιγμένα με αίμα, και ερρίφθησαν εις την γήν· και το τρίτον των δένδρων κατεκάη και πας χλωρός χόρτος κατεκάη.
καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 Και ο δεύτερος άγγελος εσάλπισε, και ως όρος μέγα καιόμενον με πυρ ερρίφθη εις την θάλασσαν, και το τρίτον της θαλάσσης έγεινεν αίμα,
Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9 και απέθανε το τρίτον των εμψύχων κτισμάτων των εν τη θαλάσση και το τρίτον των πλοίων διεφθάρη.
καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
10 Και ο τρίτος άγγελος εσάλπισε, και έπεσεν εκ του ουρανού αστήρ μέγας καιόμενος ως λαμπάς, και έπεσεν επί το τρίτον των ποταμών, και επί τας πηγάς των υδάτων·
Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
11 και το όνομα του αστέρος λέγεται Αψινθος· και έγεινε το τρίτον των υδάτων άψινθος, και πολλοί άνθρωποι απέθανον εκ των υδάτων, διότι επικράνθησαν.
καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Και ο τέταρτος άγγελος εσάλπισε, και εκτυπήθη το τρίτον του ηλίου και το τρίτον της σελήνης και το τρίτον των αστέρων, διά να σκοτισθή το τρίτον αυτών, και η ημέρα να χάση το τρίτον του φωτισμού αυτής, και η νυξ ομοίως.
Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
13 Και είδον και ήκουσα ένα άγγελον πετώμενον εις το μεσουράνημα, όστις έλεγε μετά φωνής μεγάλης· Ουαί, ουαί, ουαί εις τους κατοικούντας επί της γης διά τας λοιπάς φωνάς της σάλπιγγος των τριών αγγέλων των μελλόντων να σαλπίσωσι.
καὶ ἴδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ, οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

< Αποκαλυψις Ιωαννου 8 >