< Αποκαλυψις Ιωαννου 7 >
1 Και μετά ταύτα είδον τέσσαρας αγγέλους ισταμένους επί τας τέσσαρας γωνίας της γης, κρατούντας τους τέσσαρας ανέμους της γης, διά να μη πνέη άνεμος επί της γης μήτε επί της θαλάσσης μήτε επί παν δένδρον.
⸀Μετὰτοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶνδένδρον.
2 Και είδον άλλον άγγελον ότι ανέβη από ανατολής ηλίου, έχων σφραγίδα του Θεού του ζώντος, και έκραξε μετά φωνής μεγάλης προς τους τέσσαρας αγγέλους, εις τους οποίους εδόθη να βλάψωσι την γην και την θάλασσαν,
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λέγων· Μη βλάψητε την γην μήτε την θάλασσαν μήτε τα δένδρα, εωσού σφραγίσωμεν τους δούλους του Θεού ημών επί των μετώπων αυτών.
λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ⸀ἄχρισφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Και ήκουσα τον αριθμόν των εσφραγισμένων· εκατόν τεσσαράκοντα τέσσαρες χιλιάδες ήσαν εσφραγισμένοι εκ πάσης φυλής των υιών Ισραήλ·
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸀ἑκατὸντεσσεράκοντα τέσσαρες χιλιάδες, ⸀ἐσφραγισμένοιἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 εκ φυλής Ιούδα δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Ρουβήν δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Γαδ δώδεκα χιλιάδες εσφραγισμένοι·
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 εκ φυλής Ασήρ δώδεκα χιλιάδες εσφραγισμένοι·εκ φυλής Νεφθαλείμ δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Μανασσή δώδεκα χιλιάδες εσφραγισμένοι.
ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 εκ φυλής Συμεών δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Λευΐ δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Ισσάχαρ δώδεκα χιλιάδες εσφραγισμένοι·
ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
8 εκ φυλής Ζαβουλών δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Ιωσήφ δώδεκα χιλιάδες εσφραγισμένοι· εκ φυλής Βενιαμίν δώδεκα χιλιάδες εσφραγισμένοι·
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι.
9 Μετά ταύτα είδον, και ιδού, όχλος πολύς, τον οποίον ουδείς ηδύνατο να αριθμήση, εκ παντός έθνους και φυλών και λαών και γλωσσών, οίτινες ίσταντο ενώπιον του θρόνου και ενώπιον του Αρνίου, ενδεδυμένοι στολάς λευκάς, έχοντες φοίνικας εν ταις χερσίν αυτών.
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸀αὐτὸνοὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτεςἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ⸀φοίνικεςἐν ταῖς χερσὶν αὐτῶν·
10 και κράζοντες μετά φωνής μεγάλης έλεγον· Η σωτηρία είναι του Θεού ημών, του καθημένου επί του θρόνου, και του Αρνίου.
καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
11 Και πάντες οι άγγελοι ίσταντο κύκλω του θρόνου και των πρεσβυτέρων και των τεσσάρων ζώων, και έπεσαν κατά πρόσωπον ενώπιον του θρόνου και προσεκύνησαν τον Θεόν
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
12 λέγοντες· Αμήν· η ευλογία και δόξα και η σοφία και η ευχαριστία και η τιμή και η δύναμις και η ισχύς ανήκει εις τον Θεόν ημών εις τους αιώνας των αιώνων· αμήν. (aiōn )
λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
13 Και απεκρίθη εις εκ των πρεσβυτέρων, λέγων προς εμέ· Ούτοι οι ενδεδυμένοι τας στολάς τας λευκάς τίνες είναι και πόθεν ήλθον;
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
14 Και είπα προς αυτόν· Κύριε, συ εξεύρεις. Και είπε προς εμέ· Ούτοι είναι οι ερχόμενοι εκ της θλίψεως της μεγάλης, και έπλυναν τας στολάς αυτών και ελεύκαναν αυτάς εν τω αίματι του Αρνίου.
καὶ ⸀εἴρηκααὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ⸀αὐτὰςἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 Διά τούτο είναι ενώπιον του θρόνου του Θεού και λατρεύουσιν αυτόν ημέραν και νύκτα εν τω ναώ αυτού, και ο καθήμενος επί του θρόνου θέλει κατασκηνώσει επ' αυτούς.
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνουτοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσει ἐπʼ αὐτούς.
16 Δεν θέλουσι πεινάσει πλέον ουδέ θέλουσι διψήσει πλέον, ουδέ θέλει πέσει επ' αυτούς ο ήλιος ουδέ κανέν καύμα,
οὐ πεινάσουσιν ἔτι ⸀οὐδὲδιψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 διότι το Αρνίον το αναμέσον του θρόνου θέλει ποιμάνει αυτούς και οδηγήσει αυτούς εις ζώσας πηγάς υδάτων, και θέλει εξαλείψει ο Θεός παν δάκρυον από των οφθαλμών αυτών.
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸀ποιμανεῖαὐτούς, καὶ ⸀ὁδηγήσειαὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.