< Αποκαλυψις Ιωαννου 22 +
1 Και μοι έδειξε καθαρόν ποταμόν ύδατος της ζωής λαμπρόν ως κρύσταλλον, εξερχόμενον εκ του θρόνου του Θεού και του Αρνίου.
Καὶ ἔδειξέ μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
2 Εν τω μέσω της πλατείας αυτής και του ποταμού εντεύθεν και εντεύθεν ήτο το δένδρον της ζωής, φέρον καρπούς δώδεκα, καθ' έκαστον μήνα κάμνον τον καρπόν αυτού, και τα φύλλα του δένδρου είναι εις θεραπείαν των εθνών.
Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 Και ουδέν ανάθεμα θέλει είσθαι πλέον· και ο θρόνος του Θεού και του Αρνίου θέλει είσθαι εν αυτή, και οι δούλοι αυτού θέλουσι λατρεύσει αυτόν
Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4 και θέλουσιν ιδεί το πρόσωπον αυτού, και το όνομα αυτού θέλει είσθαι επί των μετώπων αυτών.
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Και νυξ δεν θέλει είσθαι εκεί, και δεν έχουσι χρείαν λύχνου και φωτός ηλίου, διότι Κύριος ο Θεός φωτίζει αυτούς, και θέλουσι βασιλεύσει εις τους αιώνας των αιώνων. (aiōn )
Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
6 Και είπε προς εμέ· Ούτοι οι λόγοι είναι πιστοί και αληθινοί· και Κύριος ο Θεός των αγίων προφητών απέστειλε τον άγγελον αυτού, διά να δείξη εις τους δούλους αυτού τα όσα πρέπει να γείνωσι ταχέως.
Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Ιδού, έρχομαι ταχέως. Μακάριος όστις φυλάττει τους λόγους της προφητείας του βιβλίου τούτου.
Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Και εγώ ο Ιωάννης είμαι ο ιδών ταύτα και ακούσας. Και ότε ήκουσα και είδον, έπεσα να προσκυνήσω έμπροσθεν των ποδών του αγγέλου του δεικνύοντος εις εμέ ταύτα.
Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 Και λέγει προς εμέ· Πρόσεχε μη κάμης τούτο· διότι εγώ είμαι σύνδουλός σου και των αδελφών σου των προφητών και των φυλαττόντων τους λόγους του βιβλίου τούτου· τον Θεόν προσκύνησον.
Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Και λέγει προς εμέ· Μη σφραγίσης τους λόγους της προφητείας του βιβλίου τούτου· διότι ο καιρός είναι εγγύς.
Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 Όστις αδικεί ας αδικήση έτι, και όστις είναι μεμολυσμένος ας μολυνθή έτι, και ο δίκαιος ας γείνη έτι δίκαιος, και ο άγιος ας γείνη έτι άγιος.
Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Και ιδού, έρχομαι ταχέως, και ο μισθός μου είναι μετ' εμού, διά να αποδώσω εις έκαστον ως θέλει είσθαι το έργον αυτού.
Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 Εγώ είμαι το Α και το Ω, αρχή και τέλος, ο πρώτος και ο έσχατος.
Ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14 Μακάριοι οι πράττοντες τας εντολάς αυτού, διά να έχωσιν εξουσίαν επί το δένδρον της ζωής και να εισέλθωσι διά των πυλώνων εις την πόλιν.
Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 Έξω δε είναι οι κύνες και οι μάγοι και οι πόρνοι και οι φονείς και οι ειδωλολάτραι και πας ο αγαπών και πράττων το ψεύδος.
Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Εγώ ο Ιησούς έπεμψα τον άγγελόν μου να μαρτυρήση εις εσάς ταύτα εις τας εκκλησίας. Εγώ είμαι η ρίζα και το γένος του Δαβίδ, ο αστήρ ο λαμπρός και ορθρινός.
Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Και το Πνεύμα και η νύμφη λέγουσιν· Ελθέ. Και όστις ακούει, ας είπη. Ελθέ. Και όστις διψά, ας έλθη, και όστις θέλει, ας λαμβάνη δωρεάν το ύδωρ της ζωής.
Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Διότι μαρτύρομαι εις πάντα ακούοντα τους λόγους της προφητείας του βιβλίου τούτου· Εάν τις επιθέση εις ταύτα, ο Θεός θέλει επιθέσει εις αυτόν τας πληγάς τας γεγραμμένας εν τω βιβλίω τούτω·
Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπ᾽ αὐτά, ἐπιθήσαι ὁ Θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 και εάν τις αφαιρέση από των λόγων του βιβλίου της προφητείας ταύτης, ο Θεός θέλει αφαιρέσει το μέρος αυτού από του βιβλίου της ζωής και από της πόλεως της αγίας και των γεγραμμένων εν τω βιβλίω τούτω.
καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ο μαρτυρών ταύτα· Ναι, έρχομαι ταχέως. Αμήν, ναι, έρχου, Κύριε Ιησού.
Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, Κύριε Ἰησοῦ.
21 Η χάρις του Κυρίου ημών Ιησού Χριστού είη μετά πάντων υμών· αμήν.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων. Ἀμήν.