< Αποκαλυψις Ιωαννου 2 >

1 Προς τον άγγελον της εκκλησίας της Εφέσου γράψον. Ταύτα λέγει ο κρατών τους επτά αστέρας εν τη δεξιά αυτού, ο περιπατών εν μέσω των επτά λυχνιών των χρυσών·
Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2 Εξεύρω τα έργα σου και τον κόπον σου και την υπομονήν σου, και ότι δεν δύνασαι να υποφέρης τους κακούς, και εδοκίμασας τους λέγοντας ότι είναι απόστολοι, και δεν είναι, και εύρες αυτούς ψευδείς·
Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς,
3 και υπέφερες και έχεις υπομονήν και διά το όνομά μου εκοπίασας, και δεν απέκαμες.
καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας.
4 Πλην έχω τι κατά σου, διότι την αγάπην σου την πρώτην αφήκας.
Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
5 Ενθυμού λοιπόν πόθεν εξέπεσες και μετανόησον και κάμε τα πρώτα έργα· ει δε μη, έρχομαι προς σε ταχέως και θέλω κινήσει την λυχνίαν σου εκ του τόπου αυτής, εάν δεν μετανοήσης.
Μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6 Έχεις όμως τούτο, ότι μισείς τα έργα των Νικολαϊτών, τα οποία και εγώ μισώ.
Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
7 Όστις έχει ωτίον ας ακούση τι λέγει το Πνεύμα προς τας εκκλησίας. Εις τον νικώντα θέλω δώσει εις αυτόν να φάγη εκ του ξύλου της ζωής, το οποίον είναι εν μέσω του παραδείσου του Θεού.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
8 Και προς τον άγγελον της εκκλησίας των Σμυρναίων γράψον· Ταύτα λέγει ο πρώτος και ο έσχατος, όστις έγεινε νεκρός και έζησεν·
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9 Εξεύρω τα έργα σου και την θλίψιν και την πτωχείαν· είσαι όμως πλούσιος· και την βλασφημίαν των λεγόντων εαυτούς ότι είναι Ιουδαίοι και δεν είναι, αλλά συναγωγή του Σατανά.
Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
10 Μη φοβού μηδέν εκ των όσα μέλλεις να πάθης. Ιδού, ο διάβολος μέλλει να βάλη τινάς εξ υμών εις φυλακήν διά να δοκιμασθήτε, και θέλετε έχει θλίψιν δέκα ημερών. Γίνου πιστός μέχρι θανάτου, και θέλω σοι δώσει τον στέφανον της ζωής.
Μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν· ἰδοὺ δή, μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλίψιν ἡμέρας δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
11 Όστις έχει ωτίον ας ακούση τι λέγει το Πνεύμα προς τας εκκλησίας. Ο νικών δεν θέλει αδικηθή εκ του θανάτου του δευτέρου.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 Και προς τον άγγελον της εν Περγάμω εκκλησίας γράψον· Ταύτα λέγει ο έχων την ρομφαίαν την δίστομον, την οξείαν·
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
13 Εξεύρω τα έργα σου και που κατοικείς· όπου είναι ο θρόνος του Σατανά· και κρατείς το όνομά μου, και δεν ηρνήθης την πίστιν μου και εν ταις ημέραις, εν αις υπήρχεν Αντίπας ο μάρτυς μου ο πιστός, όστις εφονεύθη παρ' υμίν, όπου κατοικεί ο Σατανάς.
Οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
14 Έχω όμως κατά σου ολίγα, διότι έχεις εκεί τινάς κρατούντας την διδαχήν του Βαλαάμ, όστις εδίδασκε τον Βαλάκ να βάλη σκάνδαλον ενώπιον των υιών Ισραήλ, ώστε να φάγωσιν ειδωλόθυτα και να πορνεύσωσιν.
Ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
15 Ούτως έχεις και συ τινάς κρατούντας την διδαχήν των Νικολαϊτών, το οποίον μισώ.
Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν Νικολαϊτῶν ὁμοίως.
16 Μετανόησον· ει δε μη, έρχομαι προς σε ταχέως και θέλω πολεμήσει προς αυτούς με την ρομφαίαν του στόματός μου.
Μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
17 Όστις έχει ωτίον, ας ακούση τι λέγει το Πνεύμα προς τας εκκλησίας. Εις τον νικώντα θέλω δώσει εις αυτόν να φάγη από του μάννα του κεκρυμμένου, και θέλω δώσει εις αυτόν ψήφον λευκήν, και επί την ψήφον όνομα νέον γεγραμμένον, το οποίον ουδείς γνωρίζει ειμή ο λαμβάνων.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18 Και προς τον άγγελον της εν Θυατείροις εκκλησίας γράψον· Ταύτα λέγει ο Υιός του Θεού, ο έχων τους οφθαλμούς αυτού ως φλόγα πυρός, και οι πόδες αυτού είναι όμοιοι με χαλκολίβανον·
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
19 Εξεύρω τα έργα σου και την αγάπην και την διακονίαν και την πίστιν και την υπομονήν σου και τα έργα σου και τα έσχατα, ότι είναι πλειότερα των πρώτων.
Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20 Έχω όμως κατά σου ολίγα, διότι αφίνεις την γυναίκα Ιεζάβελ, ήτις λέγει εαυτήν προφήτιν, να διδάσκη και να πλανά τους δούλους μου εις το να πορνεύωσι και να τρώγωσιν ειδωλόθυτα.
Ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
21 Και έδωκα εις αυτήν καιρόν να μετανοήση εκ της πορνείας αυτής, και δεν μετενόησεν.
Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22 Ιδού, εγώ βάλλω αυτήν εις κλίνην και τους μοιχεύοντας μετ' αυτής εις θλίψιν μεγάλην, εάν δεν μετανοήσωσιν εκ των έργων αυτών,
Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.
23 και τα τέκνα αυτής θέλω αποκτείνει με θάνατον, και θέλουσι γνωρίσει πάσαι αι εκκλησίαι, ότι εγώ είμαι ο ερευνών νεφρούς και καρδίας, και θέλω σας δώσει εις έκαστον κατά τα έργα σας.
Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24 Λέγω δε προς εσάς και προς τους λοιπούς τους εν Θυατείροις, όσοι δεν έχουσι την διδαχήν ταύτην και οίτινες δεν εγνώρισαν τα βάθη του Σατανά, ως λέγουσι· Δεν θέλω βάλει εφ' υμάς άλλο βάρος·
Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος.
25 πλην εκείνο, το οποίον έχετε, κρατήσατε εωσού έλθω.
Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἂν ἥξω.
26 Και όστις νικά και όστις φυλάττει μέχρι τέλους τα έργα μου, θέλω δώσει εις αυτόν εξουσίαν επί των εθνών,
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·
27 και θέλει ποιμάνει αυτούς εν ράβδω σιδηρά, θέλουσι συντριφθή ως τα σκεύη του κεραμέως, καθώς και εγώ έλαβον παρά του Πατρός μου,
καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντριβήσεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·
28 και θέλω δώσει εις αυτόν τον αστέρα τον πρωϊνόν.
καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29 Όστις έχει ωτίον ας ακούση τι λέγει το Πνεύμα προς τας εκκλησίας.
Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

< Αποκαλυψις Ιωαννου 2 >