< Αποκαλυψις Ιωαννου 16 >

1 Και ήκουσα φωνήν μεγάλην εκ του ναού λέγουσαν προς τους επτά αγγέλους· Υπάγετε και εκχέατε εις την γην τας φιάλας του θυμού του Θεού.
Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 Και υπήγεν ο πρώτος και εξέχεε την φιάλην αυτού επί την γήν· και έγεινεν έλκος κακόν και πονηρόν εις τους ανθρώπους, τους έχοντας το χάραγμα του θηρίου και τους προσκυνούντας την εικόνα αυτού.
Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 Και ο δεύτερος άγγελος εξέχεε την φιάλην αυτού εις την θάλασσαν· και έγεινεν αίμα ως νεκρού, και πάσα ψυχή ζώσα απέθανεν εν τη θαλάσση.
Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 Και ο τρίτος άγγελος εξέχεε την φιάλην αυτού εις τους ποταμούς και εις τας πηγάς των υδάτων· και έγεινεν αίμα.
Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 Και ήκουσα τον άγγελον των υδάτων λέγοντα· Δίκαιος είσαι, Κύριε, ο ων και ο ην και ο όσιος, διότι έκρινας ταύτα·
Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 επειδή αίμα αγίων και προφητών εξέχεαν, και αίμα έδωκας εις αυτούς να πίωσι· διότι άξιοι είναι.
ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7 Και ήκουσα άλλον εκ του θυσιαστηρίου λέγοντα· Ναι, Κύριε Θεέ παντοκράτωρ, αληθιναί και δίκαιαι αι κρίσεις σου.
Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 Και ο τέταρτος άγγελος εξέχεε την φιάλην αυτού επί τον ήλιον· και εδόθη εις αυτόν να καυματίση τους ανθρώπους με πυρ.
Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους.
9 Και εκαυματίσθησαν οι άνθρωποι καύμα μέγα, και εβλασφήμησαν το όνομα του Θεού του έχοντος εξουσίαν επί τας πληγάς ταύτας, και δεν μετενόησαν ώστε να δώσωσι δόξαν εις αυτόν.
Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Και ο πέμπτος άγγελος εξέχεε την φιάλην αυτού επί τον θρόνον του θηρίου· και έγεινεν η βασιλεία αυτού πλήρης σκότους, και εμάσσουν τας γλώσσας αυτών εκ του πόνου,
Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 και εβλασφήμησαν τον Θεόν του ουρανού διά τους πόνους αυτών και διά τα έλκη αυτών, και δεν μετενόησαν από των έργων αυτών.
καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Και ο έκτος άγγελος εξέχεε την φιάλην αυτού επί τον ποταμόν τον μέγαν τον Ευφράτην· και εξηράνθη το ύδωρ αυτού, διά να ετοιμασθή η οδός των βασιλέων των από ανατολών ηλίου.
Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 Και είδον τρία ακάθαρτα πνεύματα όμοια με βατράχους εξερχόμενα εκ του στόματος του δράκοντος και εκ του στόματος του θηρίου και εκ του στόματος του ψευδοπροφήτου·
Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ἀκάθαρτα τρία ὡς βάτραχοι·
14 διότι είναι πνεύματα δαιμόνων εκτελούντα σημεία, τα οποία εκπορεύονται προς τους βασιλείς της γης και της οικουμένης όλης, διά να συνάξωσιν αυτούς εις τον πόλεμον της ημέρας εκείνης της μεγάλης του Θεού του παντοκράτορος.
εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος—
15 Ιδού, έρχομαι ως κλέπτης· μακάριος όστις αγρυπνεί και φυλάττει τα ιμάτια αυτού, διά να μη περιπατή γυμνός και βλέπωσι την ασχημοσύνην αυτού.
Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ—
16 Και συνήθροισεν αυτούς εις τον τόπον τον καλούμενον Εβραϊστί Αρμαγεδδών.
Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 Και ο έβδομος άγγελος εξέχεε την φιάλην αυτού εις τον αέρα· και εξήλθε φωνή μεγάλη από του ναού του ουρανού από του θρόνου, λέγουσα· Ετελέσθη.
Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε.
18 Και έγειναν φωναί και βρονταί και αστραπαί, και έγεινε σεισμός μέγας, οποίος δεν έγεινεν αφού οι άνθρωποι υπήρξαν επί της γης, τόσον πολλά μεγάλος σεισμός.
Καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί, καὶ σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτω μέγας.
19 Και διηρέθη η πόλις η μεγάλη εις τρία μέρη, και αι πόλεις των εθνών έπεσον. Και Βαβυλών η μεγάλη ήλθεν εις ενθύμησιν ενώπιον του Θεού διά να δώση εις αυτήν το ποτήριον του οίνου του θυμού της οργής αυτού.
Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 Και πάσα νήσος έφυγε και τα όρη δεν ευρέθησαν.
Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 Και χάλαζα μεγάλη έως ενός ταλάντου κατέβαινεν εκ του ουρανού επί τους ανθρώπους· και εβλασφήμησαν οι άνθρωποι τον Θεόν διά την πληγήν της χαλάζης, διότι η πληγή αυτής ήτο μεγάλη σφόδρα.
Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

< Αποκαλυψις Ιωαννου 16 >