< Αποκαλυψις Ιωαννου 15 >
1 Και είδον άλλο σημείον εν τω ουρανώ μέγα και θαυμαστόν, αγγέλους επτά, οίτινες είχον τας επτά εσχάτας πληγάς, διότι εν αυταίς ετελέσθη ο θυμός του Θεού.
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2 Και είδον ως θάλασσαν υαλίνην μεμιγμένην με πυρ, και εκείνους οίτινες ενίκησαν κατά του θηρίου και κατά της εικόνος αυτού και κατά του χαράγματος αυτού και κατά του αριθμού του ονόματος αυτού ισταμένους επί την θάλασσαν την υαλίνην, έχοντας κιθάρας του Θεού.
Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ.
3 Και έψαλλον την ωδήν Μωϋσέως του δούλου του Θεού και την ωδήν του Αρνίου, λέγοντες· Μεγάλα και θαυμαστά τα έργα σου, Κύριε Θεέ παντοκράτωρ· δίκαιαι και αληθιναί αι οδοί σου, βασιλεύ των αγίων.
Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
4 Τις δεν θέλει σε φοβηθή, Κύριε, και δοξάσει το όνομά σου; διότι είσαι μόνος όσιος, διότι πάντα τα έθνη θέλουσιν ελθεί και προσκυνήσει ενώπιόν σου, διότι αι κρίσεις σου εφανερώθησαν.
Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος· ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5 Και μετά ταύτα είδον και ιδού, ηνοίχθη ο ναός της σκηνής του μαρτυρίου εν τω ουρανώ,
Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ·
6 και εξήλθον εκ του ναού οι επτά άγγελοι, έχοντες τας επτά πληγάς, ενδεδυμένοι λινά καθαρά και λαμπρά και περιεζωσμένοι περί τα στήθη ζώνας χρυσάς.
καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς·
7 Και εν εκ των τεσσάρων ζώων έδωκεν εις τους επτά αγγέλους επτά φιάλας χρυσάς, πλήρεις του θυμού του Θεού του ζώντος εις τους αιώνας των αιώνων. (aiōn )
καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
8 Και εγεμίσθη ο ναός από καπνού εκ της δόξης του Θεού και εκ της δυνάμεως αυτού· και ουδείς ηδύνατο να εισέλθη εις τον ναόν, εωσού τελειώσωσιν αι επτά πληγαί των επτά αγγέλων.
Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.