< Αποκαλυψις Ιωαννου 10 >
1 Και είδον άλλον άγγελον ισχυρόν καταβαίνοντα εκ του ουρανού, ενδεδυμένον νεφέλην, και ήτο ίρις επί της κεφαλής αυτού, και το πρόσωπον αυτού ως ο ήλιος, και οι πόδες αυτού ως στύλοι πυρός,
Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός·
2 και είχεν εν τη χειρί αυτού βιβλιάριον ανεωγμένον. Και έθεσε τον πόδα αυτού τον δεξιόν επί την θάλασσαν, τον δε αριστερόν επί την γην,
καὶ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τὴν θάλασσαν, τὸν δὲ εὐώνυμον ἐπὶ τὴν γῆν,
3 και έκραξε μετά φωνής μεγάλης καθώς βρυχάται ο λέων. Και ότε έκραξεν, ελάλησαν αι επτά βρονταί τας εαυτών φωνάς.
καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 Και ότε ελάλησαν αι επτά βρονταί τας φωνάς εαυτών, έμελλον να γράφω· και ήκουσα φωνήν εκ του ουρανού λέγουσαν προς εμέ. Σφράγισον εκείνα, τα οποία ελάλησαν αι επτά βρονταί, και μη γράψης ταύτα.
Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί τὰς φωνὰς ἑαυτῶν, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσάν μοι, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ ταῦτα γράψῃς.
5 Και ο άγγελος, τον οποίον είδον ιστάμενον επί της θαλάσσης και επί της γης, εσήκωσε την χείρα αυτού εις τον ουρανόν
Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανόν,
6 και ώμοσεν εις τον ζώντα εις τους αιώνας των αιώνων, όστις έκτισε τον ουρανόν και τα εν αυτώ, και την γην και τα εν αυτή και την θάλασσαν και τα εν αυτή, ότι καιρός δεν θέλει είσθαι έτι, (aiōn )
καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκ ἔσται ἔτι· (aiōn )
7 αλλ' εν ταις ημέραις της φωνής του εβδόμου αγγέλου, όταν μέλλη να σαλπίση, τότε θέλει τελεσθή το μυστήριον του Θεού, καθώς εφανέρωσε προς τους εαυτού δούλους τους προφήτας.
ἀλλὰ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ τελεσθῇ τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις.
8 Και η φωνή, την οποίαν ήκουσα εκ του ουρανού, πάλιν ελάλει μετ' εμού και έλεγεν· Ύπαγε, λάβε το βιβλιάριον το ανεωγμένον εν τη χειρί του αγγέλου του ισταμένου επί της θαλάσσης και επί της γης.
Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ᾿ ἐμοῦ, καὶ λέγουσα, Ὕπαγε, λάβε τὸ βιβλαρίδιον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9 Και υπήγα προς τον άγγελον, λέγων προς αυτόν, Δος μοι το βιβλιάριον. Και λέγει προς εμέ· Λάβε και κατάφαγε αυτό, και θέλει πικράνει την κοιλίαν σου, πλην εν τω στόματί σου θέλει είσθαι γλυκύ ως μέλι.
Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ, Δός μοι τὸ βιβλαρίδιον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
10 Και έλαβον το βιβλιάριον εκ της χειρός του αγγέλου και κατέφαγον αυτό· και ήτο εν τω στόματί μου ως μέλι γλυκύ· και ότε έφαγον αυτό επικράνθη η κοιλία μου.
Καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 Και μοι λέγει· Πρέπει πάλιν να προφητεύσης περί λαών και εθνών και γλωσσών και βασιλέων πολλών.
Καὶ λέγει μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.