< Αποκαλυψις Ιωαννου 1 >

1 Αποκάλυψις Ιησού Χριστού, την οποίαν έδωκεν εις αυτόν ο Θεός, διά να δείξη εις τους δούλους αυτού όσα πρέπει να γείνωσι ταχέως, και εφανέρωσεν αυτά αποστείλας διά του αγγέλου αυτού εις τον δούλον αυτού Ιωάννην,
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2 όστις εμαρτύρησε τον λόγον του Θεού και την μαρτυρίαν του Ιησού Χριστού και όσα είδε.
ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα τε εἶδε.
3 Μακάριος ο αναγινώσκων και οι ακούοντες τους λόγους της προφητείας και φυλάττοντες τα γεγραμμένα εν αυτή· διότι ο καιρός είναι πλησίον.
Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ο Ιωάννης προς τας επτά εκκλησίας τας εν τη Ασία· χάρις υμίν και ειρήνη από του ο ων και ο ην και ο ερχόμενος· και από των επτά πνευμάτων, τα οποία είναι ενώπιον του θρόνου αυτού,
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ·
5 και από του Ιησού Χριστού, όστις είναι ο μάρτυς ο πιστός, ο πρωτότοκος εκ των νεκρών και ο άρχων των βασιλέων της γης. Εις τον αγαπήσαντα ημάς και λούσαντα ημάς από των αμαρτιών ημών με το αίμα αυτού,
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπήσαντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ·
6 και όστις έκαμεν ημάς βασιλείς και ιερείς εις τον Θεόν και Πατέρα αυτού, εις αυτόν είη η δόξα και το κράτος εις τους αιώνας των αιώνων· αμήν. (aiōn g165)
καὶ ἐποίησεν ἡμᾶς βασιλεῖς καὶ ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
7 Ιδού, έρχεται μετά των νεφελών, και θέλει ιδεί αυτόν πας οφθαλμός και εκείνοι οίτινες εξεκέντησαν αυτόν, και θέλουσι θρηνήσει επ' αυτόν πάσαι αι φυλαί της γης. Ναι, αμήν.
Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8 Εγώ είμαι το Α και το Ω, αρχή και τέλος, λέγει ο Κύριος, ο ων και ο ην και ο ερχόμενος, ο παντοκράτωρ.
Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος, λέγει ὁ Κύριος, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Εγώ ο Ιωάννης, ο και αδελφός σας και συγκοινωνός εις την θλίψιν και εις την βασιλείαν και την υπομονήν του Ιησού Χριστού, ήμην εν τη νήσω τη καλουμένη Πάτμω διά τον λόγον του Θεού και διά την μαρτυρίαν του Ιησού Χριστού.
Ἐγὼ Ἰωάννης, ὁ καὶ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ Χριστοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ.
10 Κατά την κυριακήν ημέραν ήλθον εις έκστασιν πνευματικήν, και ήκουσα οπίσω μου φωνήν μεγάλην ως σάλπιγγος,
Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος,
11 ήτις έλεγεν· Εγώ είμαι το Α και το Ω, ο πρώτος και ο έσχατος· και, ό,τι βλέπεις, γράψον εις βιβλίον και πέμψον εις τας επτά εκκλησίας, τας εν τη Ασία, εις Έφεσον και εις Σμύρνην και εις Πέργαμον και εις Θυάτειρα και εις Σάρδεις και εις Φιλαδέλφειαν και εις Λαοδίκειαν.
λεγούσης, Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί, Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἐκκλησίαις ταῖς ἐν Ἀσίᾳ, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.
12 Και εστράφην να ίδω την φωνήν, ήτις ελάλησε μετ' εμού· και στραφείς είδον επτά λυχνίας χρυσάς,
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλησε μετ᾿ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
13 και εν μέσω των επτά λυχνιών είδον ένα όμοιον με υιόν ανθρώπου, ενδεδυμένον ποδήρη χιτώνα και περιεζωσμένον πλησίον των μαστών ζώνην χρυσήν.
καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν.
14 Η δε κεφαλή αυτού και αι τρίχες ήσαν λευκαί και ως μαλλίον λευκόν, ως χιών· και οι οφθαλμοί αυτού ως φλόξ πυρός,
Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡσεὶ ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·
15 και οι πόδες αυτού όμοιοι με χαλκολίβανον, ως εν καμίνω πεπυρωμένοι, και η φωνή αυτού ως φωνή υδάτων πολλών,
καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν.
16 και είχεν εν τη δεξιά αυτού χειρί επτά αστέρας, και εκ του στόματος αυτού του εξήρχετο ρομφαία δίστομος οξεία, και η όψις αυτού έλαμπεν ως ο ήλιος λάμπει εν τη δυνάμει αυτού.
Καὶ ἔχων ἐν τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Και ότε είδον αυτόν, έπεσα προς τους πόδας αυτού ως νεκρός, και επέθηκε την δεξιάν αυτού χείρα επ' εμέ; λέγων μοι· Μη φοβού· εγώ είμαι ο πρώτος και ο έσχατος
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἐπέθηκε τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπ᾿ ἐμέ, λέγων μοι, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
18 και ο ζων, και έγεινα νεκρός, και ιδού, είμαι ζων εις τους αιώνας των αιώνων, αμήν, και έχω τα κλειδία του άδου και του θανάτου. (aiōn g165, Hadēs g86)
καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν· καὶ ἔχω τὰς κλεῖς τοῦ ᾍδου καὶ τοῦ Θανάτου. (aiōn g165, Hadēs g86)
19 Γράψον όσα είδες και όσα είναι και όσα μέλλουσι να γείνωσι μετά ταύτα·
Γράψον ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα·
20 το μυστήριον των επτά αστέρων, τους οποίους είδες εν τη δεξιά μου, και τας επτά λυχνίας τας χρυσάς. Οι επτά αστέρες είναι οι άγγελοι των επτά εκκλησιών, και αι επτά λυχνίαι, τας οποίας είδες, είναι αι επτά εκκλησίαι.
τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσί· καὶ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες ἑπτὰ ἐκκλησίαι εἰσί.

< Αποκαλυψις Ιωαννου 1 >