< Ψαλμοί 85 >

1 «Εις τον πρώτον μουσικόν. Ψαλμός διά τους υιούς Κορέ.» Ευηρεστήθης, Κύριε, εις την γην σου· έφερες από της αιχμαλωσίας τον Ιακώβ.
εἰς τὸ τέλος τοῖς υἱοῖς Κορε ψαλμός εὐδόκησας κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ
2 Συνεχώρησας την ανομίαν του λαού σου· εσκέπασας πάσας τας αμαρτίας αυτών. Διάψαλμα.
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα
3 Κατέπαυσας πάσαν την οργήν σου· απέστρεψας από της οργής του θυμού σου.
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
4 Επίστρεψον ημάς, Θεέ της σωτηρίας ημών, και κατάπαυσον τον καθ' ημών θυμόν σου.
ἐπίστρεψον ἡμᾶς ὁ θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν
5 Θέλεις είσθαι διαπαντός ωργισμένος εις ημάς; θέλεις επεκτείνει την οργήν σου από γενεάς εις γενεάν;
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
6 Δεν θέλεις πάλιν ζωοποιήσει ημάς, διά να ευφραίνηται ο λαός σου εις σε;
ὁ θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί
7 Δείξον εις ημάς, Κύριε, το έλεός σου και δος εις ημάς την σωτηρίαν σου.
δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν
8 Θέλω ακούσει τι θέλει λαλήσει Κύριος ο Θεός· διότι θέλει λαλήσει ειρήνην προς τον λαόν αυτού και προς τους οσίους αυτού· και ας μη επιστρέψωσιν εις αφροσύνην.
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
9 Βεβαίως πλησίον των φοβουμένων αυτόν είναι η σωτηρία αυτού, διά να κατοική δόξα εν τη γη ημών.
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
10 Έλεος και αλήθεια συναπηντήθησαν· δικαιοσύνη και ειρήνη εφιλήθησαν.
ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
11 Αλήθεια εκ της γης θέλει αναβλαστήσει· και δικαιοσύνη εξ ουρανού θέλει κύψει.
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν
12 Ο Κύριος βεβαίως θέλει δώσει το αγαθόν· και η γη ημών θέλει δώσει τον καρπόν αυτής.
καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
13 Δικαιοσύνη έμπροσθεν αυτού θέλει προπορεύεσθαι, και θέλει βάλει αυτήν εις την οδόν των διαβημάτων αυτού.
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ

< Ψαλμοί 85 >