< Ψαλμοί 77 >

1 «Εις τον πρώτον μουσικόν, διά Ιεδουθούν. Ψαλμός του Ασάφ.» Η φωνή μου είναι προς τον Θεόν, και εβόησα· η φωνή μου είναι προς τον Θεόν, και έδωκεν εις εμέ ακρόασιν.
εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τῷ Ασαφ ψαλμός φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι
2 Εν ημέρα θλίψεώς μου εξεζήτησα τον Κύριον· εξέτεινον την νύκτα τας χείρας μου και δεν έπαυον· η ψυχή μου δεν ήθελε να παρηγορηθή.
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου
3 Ενεθυμήθην τον Θεόν και εταράχθην· διελογίσθην, και ωλιγοψύχησε το πνεύμά μου. Διάψαλμα.
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου διάψαλμα
4 Εκράτησας τους οφθαλμούς μου εν αγρυπνία· εταράχθην και δεν ηδυνάμην να λαλήσω.
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα
5 Διελογίσθην τας αρχαίας ημέρας, τα έτη των αιώνων.
διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
6 Ανακαλώ εις μνήμην την ωδήν μου· την νύκτα διαλογίζομαι μετά της καρδίας μου, και το πνεύμά μου διερευνά·
νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου
7 μήποτε ο Κύριος με αποβάλη αιωνίως, και δεν θέλει είσθαι ευμενής πλέον;
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι
8 ή εξέλιπε διαπαντός το έλεος αυτού; έπαυσεν ο λόγος αυτού εις γενεάν και γενεάν;
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν
9 Μήποτε ελησμόνησε να ελεή ο Θεός; μήποτε εν τη οργή αυτού θέλει κλείσει τους οικτιρμούς αυτού; Διάψαλμα.
ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ διάψαλμα
10 Τότε είπα, Αδυναμία μου είναι τούτο· αλλοιούται η δεξιά του Υψίστου;
καὶ εἶπα νῦν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
11 Θέλω μνημονεύει τα έργα του Κυρίου· ναι, θέλω μνημονεύει τα απ' αρχής θαυμάσιά σου·
ἐμνήσθην τῶν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
12 και θέλω μελετά εις πάντα τα έργα σου, και περί των πράξεών σου θέλω διαλογίζεσθαι.
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
13 Θεέ, εν τω αγιαστηρίω είναι η οδός σου· τις Θεός μέγας, ως ο Θεός;
ὁ θεός ἐν τῷ ἁγίῳ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν
14 Συ είσαι ο Θεός ο ποιών θαυμάσια· εφανέρωσας μεταξύ των λαών την δύναμίν σου.
σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου
15 Ελύτρωσας διά του βραχίονός σου τον λαόν σου, τους υιούς Ιακώβ και Ιωσήφ. Διάψαλμα.
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα
16 Τα ύδατα σε είδον, Θεέ, τα ύδατα σε είδον και εφοβήθησαν· εταράχθησαν και αι άβυσσοι.
εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλῆθος ἤχους ὑδάτων
17 Πλημμύραν υδάτων έχυσαν αι νεφέλαι· φωνήν έδωκαν οι ουρανοί· και τα βέλη σου διεπέταξαν.
φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται
18 Η φωνή της βροντής σου ήτο εν τω ουρανίω τροχώ· εφώτισαν αι αστραπαί την οικουμένην· εσαλεύθη και έντρομος έγεινεν η γη.
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ
19 Διά της θαλάσσης είναι η οδός σου και αι τρίβοι σου εν ύδασι πολλοίς, και τα ίχνη σου δεν γνωρίζονται.
ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται
20 Ωδήγησας ως πρόβατα τον λαόν σου διά χειρός Μωϋσέως και Ααρών.
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων

< Ψαλμοί 77 >