< Ψαλμοί 72 >
1 «Ψαλμός διά τον Σολομώντα.» Θεέ, δος την κρίσιν σου εις τον βασιλέα και την δικαιοσύνην σου εις τον υιόν του βασιλέως·
εἰς Σαλωμων ὁ θεός τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως
2 Διά να κρίνη τον λαόν σου εν δικαιοσύνη και τους πτωχούς σου εν κρίσει.
κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει
3 Τα όρη θέλουσι φέρει ειρήνην εις τον λαόν και οι λόφοι δικαιοσύνην.
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ
4 Θέλει κρίνει τους πτωχούς του λαού· θέλει σώσει τους υιούς των πενήτων και συντρίψει τον καταδυναστεύοντα.
κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην
5 Θέλουσι σε φοβείσθαι ενόσω διαμένει ο ήλιος και η σελήνη, εις γενεάς γενεών.
καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν
6 Θέλει καταβή ως βροχή επί θερισμένον λειβάδιον· ως ρανίδες σταλάζουσαι επί την γην.
καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν
7 Εν ταις ημέραις αυτού θέλει ανθεί ο δίκαιος· και αφθονία ειρήνης θέλει είσθαι εωσού μη υπάρξη η σελήνη.
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη
8 Και θέλει κατακυριεύει από θαλάσσης έως θαλάσσης και από του ποταμού έως των περάτων της γης.
καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης
9 Έμπροσθεν αυτού θέλουσι γονυκλιτήσει οι κατοικούντες εν ερήμοις, και οι εχθροί αυτού θέλουσι γλείψει το χώμα.
ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν
10 Οι βασιλείς της Θαρσείς και των νήσων θέλουσι προσφέρει προσφοράς· οι βασιλείς της Αραβίας και της Σεβά θέλουσι προσφέρει δώρα.
βασιλεῖς Θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσιν
11 Και θέλουσι προσκυνήσει αυτόν πάντες οι βασιλείς· πάντα τα έθνη θέλουσι δουλεύσει αυτόν.
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ
12 Διότι θέλει ελευθερώσει τον πτωχόν κράζοντα και τον πένητα και τον αβοήθητον.
ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχεν βοηθός
13 Θέλει ελεήσει τον πτωχόν και τον πένητα· και τας ψυχάς των πενήτων θέλει σώσει.
φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει
14 Εκ δόλου και εξ αδικίας θέλει λυτρόνει τας ψυχάς αυτών· και πολύτιμον θέλει είσθαι το αίμα αυτών εις τους οφθαλμούς αυτού.
ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ
15 Και θέλει ζη, και θέλει δοθή εις αυτόν από του χρυσίου της Αραβίας, και θέλει γίνεσθαι πάντοτε προσευχή υπέρ αυτού· όλην την ημέραν θέλουσιν ευλογεί αυτόν.
καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν
16 Δράξ σίτου εάν υπάρχη εν τη γη επί των κορυφών των ορέων, ο καρπός αυτού θέλει σείεσθαι ως ο Λίβανος· και οι κάτοικοι εν τη πόλει θέλουσιν εξανθήσει ως ο χόρτος της γης.
ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρων τῶν ὀρέων ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς
17 Το όνομα αυτού θέλει διαμένει εις τον αιώνα· το όνομα αυτού θέλει διαρκεί ενόσω διαμένει ο ήλιος· και οι άνθρωποι θέλουσιν ευλογείσθαι εν αυτώ· πάντα τα έθνη θέλουσι μακαρίζει αυτόν.
ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν
18 Ευλογητός Κύριος ο Θεός, ο Θεός του Ισραήλ, όστις μόνος κάμνει θαυμάσια·
εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιῶν θαυμάσια μόνος
19 και ευλογημένον το ένδοξον όνομα αυτού εις τον αιώνα· και ας πληρωθή από της δόξης αυτού η πάσα γη. Αμήν, και αμήν.
καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ γένοιτο γένοιτο
20 Ετελείωσαν αι προσευχαί του Δαβίδ υιού του Ιεσσαί.
ἐξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι