< Ψαλμοί 66 >

1 «Εις τον πρώτον μουσικόν. Ωιδή ψαλμού.» Αλαλάξατε εις τον Θεόν, πάσα η γη.
εἰς τὸ τέλος ᾠδὴ ψαλμοῦ ἀναστάσεως ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ
2 Ψάλατε την δόξαν του ονόματος αυτού· κάμετε ένδοξον τον ύμνον αυτού.
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ δότε δόξαν αἰνέσει αὐτοῦ
3 Είπατε προς τον Θεόν, Πόσον είναι φοβερά τα έργα σου διά το μέγεθος της δυνάμεώς σου, υποκρίνονται υποταγήν εις σε οι εχθροί σου.
εἴπατε τῷ θεῷ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου
4 Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σέ· θέλουσι ψαλμωδεί το όνομά σου. Διάψαλμα.
πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου διάψαλμα
5 Έλθετε και ιδέτε τα έργα του Θεού· είναι φοβερός εις τας πράξεις προς τους υιούς των ανθρώπων.
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων
6 Μετέβαλε την θάλασσαν εις ξηράν· πεζοί διέβησαν διά του ποταμού· εκεί ευφράνθημεν εις αυτόν.
ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ
7 Διά της δυνάμεως αυτού δεσπόζει εις τον αιώνα· οι οφθαλμοί αυτού επιβλέπουσιν επί τα έθνη· οι αποστάται ας μη υψόνωσιν εαυτούς. Διάψαλμα.
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς διάψαλμα
8 Ευλογείτε, λαοί, τον Θεόν ημών, και κάμετε να ακουσθή η φωνή της αινέσεως αυτού·
εὐλογεῖτε ἔθνη τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ
9 όστις διαφυλάττει εν ζωή την ψυχήν ημών και δεν αφίνει να κλονίζωνται οι πόδες ημών.
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου
10 Διότι συ ηρεύνησας ημάς, Θεέ· εδοκίμασας ημάς, ως δοκιμάζεται το αργύριον.
ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον
11 Ενέβαλες ημάς εις το δίκτυον· έθεσας βαρύ φορτίον επί τα νώτα ημών.
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν
12 Επεβίβασας ανθρώπους επί τας κεφαλάς ημών· διήλθομεν διά πυρός και ύδατος· και εξήγαγες ημάς εις αναψυχήν.
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν
13 Θέλω εισέλθει εις τον οίκόν σου με ολοκαυτώματα· θέλω σοι αποδώσει τας ευχάς μου,
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου
14 τας οποίας επρόφεραν τα χείλη μου, και ελάλησε το στόμα μου, εν τη θλίψει μου.
ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου
15 Παχέα ολοκαυτώματα κριών θέλω σοι προσφέρει μετά θυμιάματος· θέλω προσφέρει βόας μετά τράγων. Διάψαλμα.
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα
16 Έλθετε, ακούσατε, πάντες οι φοβούμενοι τον Θεόν· και θέλω διηγηθή όσα έκαμεν εις την ψυχήν μου.
δεῦτε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τῇ ψυχῇ μου
17 Προς αυτόν εβόησα διά του στόματός μου, και υψώθη διά της γλώσσης μου.
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
18 Εάν εθεώρουν αδικίαν εν τη καρδία μου, ο Κύριος δεν ήθελεν ακούσει·
ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου μὴ εἰσακουσάτω κύριος
19 αλλ' ο Θεός βεβαίως εισήκουσεν· επρόσεξεν εις την φωνήν της προσευχής μου.
διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου
20 Ευλογητός ο Θεός, όστις δεν απεμάκρυνε την προσευχήν μου και το έλεος αυτού απ' εμού.
εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ

< Ψαλμοί 66 >