< Ψαλμοί 64 >
1 «Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Άκουσον, Θεέ, της φωνής μου εν τη δεήσει μου· από του φόβου του εχθρού φύλαξον την ζωήν μου.
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ εἰσάκουσον ὁ θεός τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου
2 Σκέπασόν με από συμβουλίου πονηρών, από φρυάγματος εργαζομένων ανομίαν·
ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν
3 οίτινες ακονώσιν ως ρομφαίαν την γλώσσαν αυτών· ετοιμάζουσιν ως βέλη λόγους πικρούς,
οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
4 διά να τοξεύωσι κρυφίως τον άμεμπτον· εξαίφνης τοξεύουσιν αυτόν και δεν φοβούνται.
τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται
5 Στερεούνται επί πονηρού πράγματος· μελετώσι να κρύπτωσι παγίδας, λέγοντες, Τις θέλει ιδεί αυτούς;
ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν διηγήσαντο τοῦ κρύψαι παγίδας εἶπαν τίς ὄψεται αὐτούς
6 Ανιχνεύουσιν ανομίας· απέκαμον ανιχνεύοντες επιμελώς· εκάστου δε τα εντός και η καρδία είναι βυθός.
ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα
7 Αλλ' ο Θεός θέλει τοξεύσει αυτούς· από αιφνιδίου βέλους θέλουσιν είσθαι αι πληγαί αυτών.
καὶ ὑψωθήσεται ὁ θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν
8 Και οι λόγοι της γλώσσης αυτών θέλουσι πέσει επ' αυτού· θέλουσι φεύγει πάντες οι βλέποντες αυτούς.
καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς
9 Και θέλει φοβηθή πας άνθρωπος, και θέλουσι διηγηθή το έργον του Θεού και εννοήσει τας εργασίας αυτού.
καὶ ἐφοβήθη πᾶς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν
10 Ο δίκαιος θέλει ευφρανθή εις τον Κύριον και θέλει ελπίζει επ' αυτόν· και θέλουσι καυχάσθαι πάντες οι ευθείς την καρδίαν.
εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ