< Ψαλμοί 62 >
1 «Εις τον πρώτον μουσικόν, διά Ιεδουθούν. Ψαλμός του Δαβίδ.» Επί τον Θεόν βεβαίως αναπαύεται η ψυχή μου· εξ αυτού πηγάζει η σωτηρία μου.
εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν ψαλμὸς τῷ Δαυιδ οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου
2 Αυτός βεβαίως είναι πέτρα μου και σωτηρία μου· προπύργιον μου· δεν θέλω σαλευθή πολύ.
καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον
3 Έως πότε θέλετε επιβουλεύεσθαι εναντίον ανθρώπου; σεις πάντες θέλετε φονευθή· είσθε ως τοίχος κεκλιμένος και φραγμός ετοιμόρροπος.
ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ
4 Δεν συμβουλεύονται παρά να ρίψωσι αυτόν από του ύψους αυτού· αγαπώσι το ψεύδος· διά μεν του στόματος αυτών ευλογούσι, διά δε της καρδίας αυτών καταρώνται. Διάψαλμα.
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο διάψαλμα
5 Αλλά συ, ω ψυχή μου, επί τον Θεόν αναπαύου, διότι εξ αυτού κρέμαται η ελπίς μου.
πλὴν τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου
6 Αυτός βεβαίως είναι πέτρα μου και σωτηρία μου· προπύργιόν μου· δεν θέλω σαλευθή.
ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω
7 Εν τω Θεώ είναι η σωτηρία μου και η δόξα μου· η πέτρα της δυνάμεώς μου, το καταφύγιόν μου, είναι εν τω Θεώ.
ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τῆς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ
8 Ελπίζετε επ' αυτόν εν παντί καιρώ· ανοίγετε, λαοί, ενώπιον αυτού τας καρδίας σας· ο Θεός είναι καταφύγιον εις ημάς. Διάψαλμα.
ἐλπίσατε ἐπ’ αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν ὁ θεὸς βοηθὸς ἡμῶν διάψαλμα
9 Οι κοινοί άνθρωποι βεβαίως είναι ματαιότης, οι άρχοντες ψεύδος· εν τη πλάστιγγι πάντες ομού είναι ελαφρότεροι αυτής της ματαιότητος.
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό
10 Μη ελπίζετε επί αδικίαν και επί αρπαγήν μη ματαιόνεσθε· πλούτος εάν ρέη, μη προσηλόνετε την καρδίαν σας.
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν
11 Άπαξ ελάλησεν ο Θεός, δις ήκουσα τούτο, ότι η δύναμις είναι του Θεού·
ἅπαξ ἐλάλησεν ὁ θεός δύο ταῦτα ἤκουσα
12 και σου είναι, Κύριε, το έλεος· Διότι συ θέλεις αποδώσει εις έκαστον κατά τα έργα αυτού.
ὅτι τὸ κράτος τοῦ θεοῦ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ