< Ψαλμοί 50 >
1 «Ψαλμός του Ασάφ.» Ο Θεός των θεών, ο Κύριος ελάλησε, και εκάλεσε την γην, από ανατολής ηλίου έως δύσεως αυτού.
ψαλμὸς τῷ Ασαφ θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν
2 Εκ της Σιών, ήτις είναι η εντέλεια της ώραιότητος, έλαμψεν ο Θεός.
ἐκ Σιων ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ ὁ θεὸς ἐμφανῶς ἥξει
3 Θέλει ελθεί ο Θεός ημών και δεν θέλει σιωπήσει· πυρ κατατρώγον θέλει είσθαι έμπροσθεν αυτού και πέριξ αυτού σφοδρά ανεμοζάλη,
ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα
4 θέλει προσκαλέσει τους ουρανούς άνωθεν και την γην, διά να κρίνη τον λαόν αυτού.
προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ
5 Συναθροίσατέ μοι τους οσίους μου, οίτινες έκαμον μετ' εμού συνθήκην επί θυσίας.
συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις
6 Και οι ουρανοί θέλουσιν αναγγέλλει την δικαιοσύνην αυτού· διότι ο Θεός, αυτός είναι ο Κριτής. Διάψαλμα.
καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα
7 Άκουσον, λαέ μου, και θέλω λαλήσει· Ισραήλ, και θέλω διαμαρτυρήσει κατά σού· Ο Θεός, ο Θεός σου είμαι εγώ.
ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ
8 Δεν θέλω σε ελέγξει διά τας θυσίας σου, τα δε ολοκαυτώματά σου είναι διαπαντός ενώπιόν μου.
οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
9 Δεν θέλω δεχθή εκ του οίκου σου μόσχον, τράγους εκ των ποιμνίων σου.
οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους
10 Διότι εμού είναι πάντα τα θηρία του δάσους, τα κτήνη τα επί χιλίων ορέων.
ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες
11 Γνωρίζω πάντα τα πετεινά των ορέων, και τα θηρία του αγρού είναι μετ' εμού.
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν
12 Εάν πεινάσω, δεν θέλω ειπεί τούτο προς σέ· διότι εμού είναι η οικουμένη και το πλήρωμα αυτής.
ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς
13 Μήπως εγώ θέλω φάγει κρέας ταύρων ή πίει αίμα τράγων;
μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι
14 Θυσίασον εις τον Θεόν θυσίαν αινέσεως, και απόδος εις τον Ύψιστον τας ευχάς σου·
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου
15 και επικαλού εμέ εν ημέρα θλίψεως, θέλω σε ελευθερώσει, και θέλεις με δοξάσει.
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με διάψαλμα
16 Προς δε τον ασεβή είπεν ο Θεός· Τι προς σε, να διηγήσαι τα διατάγματά μου και να αναλαμβάνης την διαθήκην μου εν τω στόματί σου;
τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
17 Συ δε μισείς παιδείαν και απορρίπτεις οπίσω σου τους λόγους μου.
σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
18 Εάν ίδης κλέπτην, τρέχεις μετ' αυτού· και μετά των μοιχών είναι η μερίς σου.
εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις
19 Παραδίδεις το στόμα σου εις την κακίαν, και η γλώσσα σου περιπλέκει δολιότητα.
τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα
20 Καθήμενος λαλείς κατά του αδελφού σου· βάλλεις σκάνδαλον κατά του υιού της μητρός σου.
καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
21 Ταύτα έπραξας, και εσιώπησα· υπέλαβες ότι είμαι τω όντι όμοιός σου· θέλω σε ελέγξει, και θέλω παραστήσει πάντα έμπροσθεν των οφθαλμών σου.
ταῦτα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
22 Θέσατε λοιπόν τούτο εις τον νούν σας, οι λησμονούντες τον Θεόν, μήποτε σας αρπάσω, και ουδείς ο λυτρώσων.
σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος
23 Ο προσφέρων θυσίαν αινέσεως, ούτος με δοξάζει· και εις τον ευθετούντα την οδόν αυτού θέλω δείξει την σωτηρίαν του Θεού.
θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ