< Ψαλμοί 45 >

1 «Εις τον πρώτον μουσικόν, επί Σοσανίμ, διά τους υιούς Κορέ· Μασχίλ· ωδή υπέρ του αγαπητού.» Η καρδία μου αναβρύει λόγον αγαθόν· εγώ λέγω τα έργα μου προς τον βασιλέα· η γλώσσα μου είναι κάλαμος γραμματέως ταχυγράφου.
εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου
2 Συ είσαι ώραιότερος των υιών των ανθρώπων· εξεχύθη χάρις εις τα χείλη σου· διά τούτο σε ευλόγησεν ο Θεός εις τον αιώνα.
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα
3 Περίζωσον την ρομφαίαν σου επί τον μηρόν σου, δυνατέ, εν τη δόξη σου και εν τη μεγαλοπρεπεία σου.
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
4 Και κατευοδού εν τη μεγαλειότητί σου και βασίλευε εν αληθεία και πραότητι και δικαιοσύνη· και η δεξιά σου θέλει σοι δείξει φοβερά πράγματα.
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου
5 Τα βέλη σου είναι οξέα· λαοί υποκάτω σου θέλουσι πέσει· και αυτά θέλουσιν εμπηχθή εις την καρδίαν των εχθρών του βασιλέως.
τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως
6 Ο θρόνος σου, Θεέ, είναι εις τον αιώνα του αιώνος· σκήπτρον ευθύτητος είναι το σκήπτρον της βασιλείας σου.
ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου
7 Ηγάπησας δικαιοσύνην και εμίσησας αδικίαν· διά τούτο έχρισέ σε ο Θεός, ο Θεός σου, έλαιον αγαλλιάσεως υπέρ τους μετόχους σου.
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
8 Σμύρναν και αλόην και κασίαν ευοδιάζουσι πάντα τα ιμάτιά σου, όταν εξέρχησαι εκ των ελεφαντίνων παλατίων, διά των οποίων σε εύφραναν.
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε
9 Θυγατέρες βασιλέων παρίστανται εν ταις τιμαίς σου· η βασίλισσα εστάθη εκ δεξιών σου εστολισμένη με χρυσίον Οφείρ.
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη
10 Άκουσον, θύγατερ, και ιδέ, και κλίνον το ωτίον σου· και λησμόνησον τον λαόν σου και τον οίκον του πατρός σου·
ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου
11 και θέλει επιθυμήσει ο βασιλεύς το κάλλος σου· διότι αυτός είναι ο κύριός σου· και προσκύνησον αυτόν.
ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου
12 Και η θυγάτηρ της Τύρου θέλει παρασταθή με δώρα· το πρόσωπόν σου θέλουσιν ικετεύσει οι πλούσιοι του λαού.
καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ
13 Όλη η δόξα της θυγατρός του βασιλέως είναι έσωθεν· το ένδυμα αυτής είναι χρυσοΰφαντον.
πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη
14 Θέλει φερθή προς τον βασιλέα με ιμάτιον κεντητόν· παρθένοι σύντροφοι αυτής, κατόπιν αυτής, θέλουσι φερθή εις σε.
ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι
15 Θέλουσι φερθή εν ευφροσύνη και αγαλλιάσει· θέλουσιν εισέλθει εις το παλάτιον του βασιλέως.
ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
16 Αντί των πατέρων σου θέλουσιν είσθαι οι υιοί σου· αυτούς θέλεις καταστήσει άρχοντας επί πάσαν την γην.
ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν
17 Θέλω μνημονεύει το όνομά σου εις πάσας τας γενεάς· διά τούτο οι λαοί θέλουσι σε υμνεί εις αιώνα αιώνος.
μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

< Ψαλμοί 45 >